Ancient Greek · ~3 min
Book 2
Joannes Zonaras, Argumenta 2.3
Not analysed yet
Περὶ τῶν διὰ παρηγορίαν ἀποσταλέντων παρὰ τοῦ Δαβὶδ πρὸς τὸν υἱὸν τοῦ βασιλέως Ἀμμανιτῶν, καὶ δοξάντων κατασκόπων καὶ ξυρηθέντων τὰς κεφαλὰς καὶ τοὺς πώγωνας. διὸ καὶ πόλεμος ἤρθη κατὰ Ἀμμανιτῶν. περὶ τῆς Βηρσαβεὲ καὶ ὅπως ἠράσθη αὐτῆς ὁ Δαβίδ, καὶ ὅπως ἀνεῖλεν Οὐρίαν τὸν ἄνδρα αὐτῆς. ὅτι μετὰ τὰ κατὰ τὸν Οὐρίαν ἔλαβε τὴν Βηρσαβεὲ ὁ Δαβὶδ εἰς γυναῖκα, καὶ ὅπως ὁ Νάθαν διὰ παραβολῆς ἤλεγξεν αὐτὸν καὶ τὴν διὰ τοῦτο ὀργὴν τοῦ θεοῦ προεῖπε. καὶ ὅτι συνῆκε Δαβὶδ καὶ μετενόησεν. περὶ τῆς νόσου τοῦ ἐκ τῆς Βηρσαβεὲ υἱοῦ τοῦ Δαβὶδ καὶ ὅπως ἐν τῷ νοσεῖν ἐπένθει αὐτὸν Δαβίδ. καὶ ὅπως μετὰ θάνατον τοῦ πένθους ἐπαύσατο. περὶ Σολομῶντος, ὃν ἐκ τῆς Βηρσαβεὲ ἔσχε Δαβίδ. περὶ τοῦ πολυτίμου στεφάνου, ὃν ἔλαβε Δαβὶδ πορθήσας Ἀμμανίτας.