Ancient Greek · ~2 min
Book 2
Joannes Zonaras, Argumenta 2.4
Not analysed yet
Περὶ τοῦ ἔρωτος ὃν ἔσχε πρὸς Θάμαρ τὴν ἀδελφὴν ὁ Ἀμνών. καὶ περὶ τοῦ μέσους ὃ ἔσχε μετὰ τὸ διακορήσασθαι 1) αὐτήν, καὶ Ἀβεσσαλὼμ καὶ ὅπως ἠμύνατο φόνῳ τὸν ἀδελφόν, καὶ περὶ τῆς διὰ τὸν φόνον τοῦ Ἀμνὼν φυγῆς τοῦ Ἀβεσσαλώμ, καὶ ὅτι ὠργίσθη ὁ Δαβίδ. ὅπως Ἰωὰβ ὁ πάππος Ἀβεσσαλὼμ 2) ἐσοφίσατο ἐξιλάσασθαι τὸν Δαβὶδ πρὸς τὸν παῖδα Ἀβεσσαλώμ. περὶ τῆς κατὰ τοῦ Δαβὶδ ἐπαναστάσεως τοῦ Ἀβεσσαλὼμ καὶ περὶ τοῦ Ἀχιτόφελ τοῦ συναποστάτου Ἀβεσσαλώμ. περὶ τῆς πεπλασμένης αὐτομολήσεως Χουσὶ τοῦ ἑταίρου Δαί. περὶ τῆς ἀνοχῆς Δαβὶδ ἧς ἔδειξεν ὑπὸ τοῦ Σεμεεὶ καταρώμενος.