Ancient Greek · ~2 min
Book 3
Joannes Zonaras, Argumenta 3.12
Not analysed yet
Οἴα ἦν Ἰουδήθ. ὅτι ἐξῆλθε πρὸς Ὀλοφέρνην ἡ Ἰουδὴθ στολισαμένη λαμπρῶς καὶ ἀποβαλομένη5) τὴν τῆς χηρείας στολήν. πρόρρησις τῆς Ἰουδὴθ περὶ τῆς Ὀλοφέρνου σφαγῆς. ὅτε ἀπῆλθε πρὸς τὸν Ὀλοφέρνην. ὅτι ἀρχαῖον, ὡς ἔοικε, τοῖς εὐνούχοις τὸ ὑπηρετεῖν εἰς τοιαῦτα. τί ἔστιν ἀκινάκης, καὶ ὅτι δι’ αὐτοῦ ἀνῃρέθη ὁ Ὀλοφέρνης. ὅπως εἰσῆλθε πάλιν εἰς τὴν πόλιν Ἰουδὴθ μετὰ τῆς κεφαλῆς Ὀλοφέρνου, καὶ οἷα συνεβούλευσε μετὰ ταῦτα γενέσθαι. περιτομὴ Ἀχιώρ. ἧττα κατὰ Ἀσσυρίων. ὅτι Ἰουδὴθ ἐστεφανώθη ἐλαίας θαλλῷ 1) καὶ ᾖσεν ᾠδὴν τῷ θεῷ, ᾧ καὶ ἀνέθετο τὴν Ὀλοφέρνου σκήνην.