Ancient Greek · ~2 min
Book 3
Joannes Zonaras, Argumenta 3.13
Not analysed yet
Τωβέτ. ὅτι ἡ Νινευὶ τῶν Ἀσσυρίων μητρόπολις. τύφλωσις Τωβίτ. ὅτι δικαιότατος ὁ Τωβίτ, ὃς καὶ ἐν πενίᾳ τοῦ δικαίου ἐφρόντιξεν. 2) περὶ Σάρρας, ἧς τοὺς ἄνδρας ἀπέπνιγε τὸ συνὸν αὐτῇ δαιμόνιον, ὡς ἐρῶν αὐτῆς. περὶ τοῦ ἀρχαγγέλου Ῥαφαήλ. ὅπως ὁ υἱὸς Τωβὶτ Τωβίας ἀπεστάλη παρὰ τοῦ πατρὸς ἐπὶ τὸ λαβεῖν τὴν παρακαταθήκην, καὶ ὅπως Ῥαφαὴλ ὁ ἀρχάγγελος ὡδήγησεν αὐτόν. περὶ τοῦ ἰχθύος οὗ τὸ ἧπαρ καὶ τὴν χολὴν ἐκελεύσθη Τωβίας φυλάττειν, καὶ ἐδιδάχθη εἰς τί ταῦτα συντελεῖ.