Ancient Greek · ~2 min
Book 3
Joannes Zonaras, Argumenta 3.15
Not analysed yet
Περὶ τῆς βασιλείας Μηδῶν καὶ Περσῶν, καὶ ὅτι Ἀστυάγης ἦρχε Μηδῶν, ὁ Καμβύσης δὲ περσῶν. ὅπως οἱ Πέρσαι ἐπολιτεύοντο λίαν ἐννόμως καὶ δικαίως. ὅπως οἱ παῖδες παρὰ Πέρσαις διῆγον. ὅτι μέχρι τοῦ ἑπτακαιδεκάτου ἑκάτου ἐνιαυτοῦ παῖδες ἐλέγοντο, ἑξῆς δ’ ἔφηβοι. ὅπως περὶ τὴν θήραν ἠσχό- ληντο Πέρσαι. ὅτι ἔστιν οὗ καὶ κάρδαμον εἶχον ὄψον. ὅτι κε ἐτῶν οἱ τέλειοι ἦσαν. ὅτι μετὰ τὰ πεντήκοντα ἔτη εἰς τοὺς γηραιοὺς ἐτάττοντο καἰ οὐκέτι ἐστρατεύοντο, ἀλλ’ ἐδίκαζον. ὅτι τοῖς Πέρσαις αἰσχρὸν τὸ ἔχειν περιττώματα.