Ancient Greek · ~2 min
Book 3
Joannes Zonaras, Argumenta 3.16
Not analysed yet
ὅτι μητροπάτωρ Κύρου ὁ Ἀστυάγης ἄρχων μὲν Μηδῶν, πενθερὸς δὲ Καμβύσου ἄρχοντος Περσῶν καὶ πατρὸς Κύρου, καὶ ὅτι ἕτεροι Ἀσσύριοι καὶ ἕτεροι Σύροι. ὅτι ὁ τῶν Ἀσσυρίων βασιλεὺς πολκρατήσας ἐθνῶν καὶ κατὰ Μηδῶν ἐστράτευσεν. ὅτι πρὸς Κυαξάρην ἄρχοντα Μηδῶν τὸν καὶ Δαρεῖον ὁ Καμβύσης ὁ ἄρχων Περσῶν Κῦρον τὸν υἱὸν ἀπέστειλε σύμμαχον κατὰ Ἀσσυρίων. ὅτι λιτότητι οἱ Πέρσαι χαίρουσιν. ὅπως ὁ Κῦρος ἠθέλησε κατὰ Ἀρμενίων ἐλθεῖν. ὅτι ἐγγίζουσι τὰ ὅρια Μηδῶν καὶ Ἀρμενίων. περὶ Χρυσάντα καὶ ὅπως πρὸς τὸν Ἀρμένιον ὁ Κῦρος. ὅτι οὐκ ἦν πόλις ἐν Ἀρμενίᾳ ἑάλωσαν πάντες οἱ οἰκεῖοι τοῦ Ἀρμενίου καὶ αὐτὸς προσῆλθεν.