Ancient Greek · ~2 min
Book 3
Joannes Zonaras, Argumenta 3.17
Not analysed yet
ὅπως ὁ Κῦρος λαβὼν χρήματα παρὰ τοῦ Ἀρμενίου καὶ συμμαχίαν διέλυσε τὴν μάχην. ὅτι ὅμοροι Ἀρμένιοι καὶ Χαλδαῖοι. συνέλευσις Μηδῶν καὶ Ἀσσυρίων εἰς πόλεμον. τί ἐστι παρασάγγης. συμβολὴ Περσῶν καὶ Μηδῶν μετὰ Ἀσσυρίων, καὶ ἧττα Ἀσσυρίων. ὅτι ἀφέντες νυκτὸς οἱ Ἀσσύριοι ἔφυγον καὶ ὁ 1) Κῦρος σὺν Κυαξάρῃ διέβησαν τὸ τῶν Ἀσσυρίων χαράκωμα, καὶ ὁ Κῦρος ἐδίωξεν ὀπίσω αὐτῶν, προσελθόντων αὐτῷ καὶ τῶν Ὑρκα- νίων, οὑς συνομόρους εἶχον καὶ συμμάχους Ἀσσύ- ριοι. ὅτι κατέλαβε τοὺς Ἀσσυρίους ὁ Κῦρος ,οἱ δὲ καὶ ἔτι ἔφευγον.