Ancient Greek · ~3 min
Book 3
Joannes Zonaras, Argumenta 3.21
Not analysed yet
Κύρου συμβουλὴ ὅπως χρὴ χειμῶνος τος λῦσαι τὸν πόλεμον. ὅτι ἀεὶ ἀεὶ ’ν τοὺ ’ς οἰκείους ἤθελε Κῦρος, ἵνα, φησίν, ὑγιαίνοιεν. περὶ Ἀράσπα, καὶ ὅπως ἤρα τῆς γυναικὸς ἣν ἐφύλαττε τῷ Κύρῳ, καὶ ὅπως αὐτῆς μὴ πεισθείσης τῷ Ἀράσπᾳ καίτοι βιαζομένῳ ὁ Κῦρος ἔμαθε, καὶ οὐκ ὠργίσθη, ἀλλὰ συνέγνω αὐτῷ ὡς ἀνθρώπῳ ,εἰπὼν καὶ θεοὺς ἐρᾶν, ‘‘ἑαυτὸν μᾶλλον’’ εἶπεν ‘‘αἰτιῶμαι ὅτι συγκα- θεῖρξα τῷ Ἀράσπᾳ θηρίον τοιοῦτον ἄμαχον, τὴν γυναῖκα δηλονότι. ὅτι κατὰ συμβουλὴν Κύρου ἔδοξε φεύγειν Ἀράσπας 2), καὶ ἀπῆλθε πρὸς τὸν Ἀσσύριον ἐπὶ τῷ μαθεῖν τὰ κατ’ αὐτόν, καὶ ἡ Πάνθεια, τοῦτο γὰρ ὄνομα τῇ γυναικί, ἐζήτησεν ἐλθεῖν ἀντὶ Ἀράσπα εἰς 3) φίλον Κύρου καὶ ὑπηρετεῖν τὸν ἄνδρα αὐτῆς Ἀβραδάταν, ὁ καὶ γέγονε. καὶ ἐλθὼν ὁ Ἀβρα- δάτας, καὶ μαθὼν τὰ πρὸς τὴν γυναῖκα αὐτοῦ Πάνθειαν καὶ τὴν σωφροσύνην Κύρου, ηὐχαρίστει αὐτῶ.