Ancient Greek · ~2 min
Book 3
Joannes Zonaras, Argumenta 3.22
Not analysed yet
Ἀποστολὴ χρημάτων τῷ Κύρῳ παρὰ τοῦ Ἰνδοῦ καὶ φιλίας ἀρχή. ὅτι εἶχε μυρίους ἱππεῖς ὁ Κῦρος καὶ ἅρματα δρεπανηφόρα ἑκατόν, καὶ ὁ ἀβραδάτας ἑκατόν, καὶ τὰ Μηδικὰ ἑκατόν, καὶ ὅτι ἑκάστη κάμηλος εἶχε τοξότας δύο. πάλιν Κύρου συνέλευσις κατὰ Ἀσσυρίων. ὅτι χιλὸς ἐνταῦθα ἡ τῶν ἀλόγων τροφή. ὑποστροφὴ Ἀράσπου καὶ ἐγκώμιον αὐτοῦ ἀπὸ Κύρου. ὅτι ἡ Πάνθεια τὸν ἑαυτῆς 1) κόσμον συνέκοψεν εἰς ὁπλισμὸν τῷ ἀνδρί. ὅτι κόσμον ἡγεῖτο τόν ἄνδρα, καὶ οἶα αὐτῷ προσεφθέγ- ξατο ὁπλιζομένῳ, καὶ ὅπως ηὐχαρίστει Κύρῳ, ὡς συντηρήσαντι ταύτην ἀνύβριστον. οἷα εἶπε πρὸς Πάνθειαν ὁ ἀνήρ.