Ancient Greek · ~2 min
Book 3
Joannes Zonaras, Argumenta 3.23
Not analysed yet
ὅπως ἀντέταξε τοὺς ἑαυτοῦ τοῖς τοῦ Κύρου ὁ Κροῖσος. ὅτι ὁ παιὰν ᾠδή ἐστι πολέμου. ὅτι αἱ κάμηλοι τοῖς ἵπποις δειλίαν ἐνέβαλον. συμβολὴ Περσῶν καὶ Αἰγυπτίων ,ἐν οἶς καὶ ὁ Ἀβραδάτας, ὃς ἐκπεσὼν τοῦ ἅρματος κατεκόπη. ὅτι πεσών τις μαχαίρᾳ τὸν ἵππον τοῦ Κύρου ἔπληξε, καὶ οὕτως ὁ Κῦρος ἐκ τοῦ ἵππου κατεβλήθη. ὅτι κυκλωθέντες οἱ Αἰγύπτιοι ὑπὸ τῶν πολεμίων, καὶ μὴ δυνάμενοι ἀντέχειν, ὑπὸ ταῖς ἀσπίσιν ἐκάθηντο ἄπρακτοι, εἶτα ῥίψαντες τὰ ὅπλα ἔφευγον. ἐστρατοπεδεύσατο ἀντὶ τοῦ ἦλθεν εἰς τὸ στρατόπεδον.