Ancient Greek · ~2 min
Book 4
Joannes Zonaras, Argumenta 4.16
Not analysed yet
Ὅτι εἰς τέσσαρα ἐμερίσθη ἡ τοῦ Ἀλεξάνδρου ἀρχή. καὶ περὶ Πτολεμαίου τοῦ Λάγου, ὅπως Ἱεροσολύμων ἐκράτησεν. ὅτι Πτολεμαῖος ὁ Φιλάδελφος διεδέξατο τὴν ἀρχήν. τί ἐστι δραχμή, καὶ πόσαι τάλαντον 3) ποιοῦσιν. ὅσα ὁ Πτολεμαῖος εἰς τὸ Ἰουδαίων ἱερὸν ἔστειλε δῶρα. περὶ τῶν ἑβδομή- κοντα δύο τῶν ἐξελληνισάντων τὰ Ἑβραϊκὰ βιβλία. ὅτι οἶ πρὸ τούτου ἐπιχειρήσαντες τὸ τοιοῦτον ἔργον οὐκ ἀτιμώρητοι ἔμειναν. ὅτι τινές φασι διῃρημένους ποιῆσαι τὴν ἑρμηνείαν τοὺς ἑρμηνεῖς, ὕστερον δὲ εὑρεθῆναι ἐκ πάντων τὰ αὐτά.