Ancient Greek
4.17 to 4.23
Joannes Zonaras, Argumenta 4.17-23
Not analysed yet
ὅτι ἔλαβε Πτολεμαῖος τὴν Κλεοπάτραν, καὶ ὅσα ἦν ἡ ταύτης φερνή. οἷος ἦν δεξιὸς περὶ τὰ πράγματα ὁ πρὸς Πτολεμαῖον ἀποσταλεὶς πρέσβις 1) Ἰωσήφ. ὅτι τὸ τὰ τέλη τῶν πόλεων ἐπὶ αὐξήσει πωλεῖσθαι τοῖς ὠνουμένοις παλαιὸν ἦν. ὅπως συνῴκησεν ἡ ἀδελφόπαις τῷ Ἰωσήφ. ὅπως Ὑρκανὸς ὁ υἱὸς Ἰωσὴφ καὶ ἐν μειρακίοις τελῶν φρονιμώτατος. ὅτι ἀτίμως ὠνήσατο ὁ Ὑρ- κανὸς τοὺς γραμματικοὺς δούλους. ὅτι βᾶρις τὸ ὀχύρωμα. ὅτι ὁ Ἐπιφανὴς Ἀντίοχος κατέσχε τὰ Ἱεροσόλυμα. περὶ Ἐλεάζαρ καὶ τῶν Μακκαβαίων. ὅτι ἐν σαββάτῳ πολέμου συγκροτηθέντος ἐμάχοντο Ἰουδαῖοι. Νίκη Ἰουδαίων κατὰ τῶν τοῦ Ἀντιόχου. ὅτι ὁ Ἀντίοχος ἐνόσησε διὰ τὰ κατὰ τῶν Ἰουδαίων κακὰ καὶ ἀπέθανεν. ὅπως τὸν ἐλέφαντα ὁ Ἐλεάζαρ πλήξας ὑπ’ αὐτοῦ τέθνηκεν ἐν τῷ πολέμῳ. Περὶ Κλεοπάτρας τῆς θυγατρὸς Πτολεμαίου. ὅτι ὁ Πτολεμαῖος δύο διαδήματα περιέθετο, οἷα δύο ἄρχων χωρῶν. ὅτι ὄρος καθῄρησαν ἄνθρωποι λίαν ὑψη- λὸν διὰ τριῶν ἐνιαυτῶν.