Ancient Greek · ~3 min
Book 4
Joannes Zonaras, Argumenta 4.6
Not analysed yet
Ὅτι τὸν Ξέρξην υἱὸς Κῦρος 1) ὁ καὶ Ἀρτα- ξέρξης διεδέξατο. περὶ Ἐσθήρ, ἣν ἔλαβε γυναῖκα ὁ Ἀρταξέρξης, καὶ περὶ Μαρδοχαίου. ὅτι νόμον ἔθετο Ἀρταξέρξης μηδένα οἱ ἄκλητον ἐπὶ θρόνου καθη- μένω προσέρχεσθαι. ὅπως ὁ Μαρδοχαῖος ἐπιβουλὴν ἐμήνυσε κατὰ τοῦ βασιλέως. ὁ Ἀμὰν Μαρδοχαῖον ἀνασταυρῶσαι ἠβούλετο ,ἀλλ’ ἐσταυρώθη ἐκεῖνος προνοίᾳ θεοῦ. ὅτι 2) Ἐσθὴρ γνοῦσα τὴν μελετωμένην τῶν Ἰουδαίων ἀπώλειαν παρὰ Ἀμὰν διὰ τὸν Μαρδοχαῖον ἐδεήθη πρότερον τοῦ θεοῦ, εἶτα καὶ ἄκλητος εἰσῄει πρὸς βασιλέα, καὶ διὰ τοῦτο θορυβουμένου ἔπεσε πρὸ ποδῶν αὐτοῦ ἀχανής, καὶ ὅπως εἰς δεῖπνον αὐτὸν ἐκάλεσε καὶ τὸν Ἀμάν. ὅτι πεντήκοντα πήχεων ἦ ’ν τὸ ξύλον, ἐν ᾧ τὸν Μαρ- δοχαῖον ὁ Ἀμὰν ἀνασταυρῶσαι ἐμελέτα. ὅπως 1) ἀνεμνήσθη ὁ βασιλεὺς τοῦ Μαρδοχαίου διὰ τὴν ἐπιβουλήν, καὶ ὅτι διὰ τοῦτο ἐκεῖνον ἐτίμησεν. οὕτω διασκεδάζει βουλὰς πονηρὰς ὁ θεός.