Ancient Greek · ~2 min
4.7 to 4.8
Joannes Zonaras, Argumenta 4.7-8
Not analysed yet
Ὅπως ὁ Ἀμὰν ἐκρεμάσθη εἰς τὸ ξύλον, ὃ κατὰ τοῦ Μαρδοχαίου ἡτοίμαζεν. ὅτι καὶ οἱ τοῦ Ἀμὰν παῖδες ἀνεσταυρώθησαν. ὅπως Ἰωάννας τὸν οἰκεῖον ἀπέκτεινεν ἀδελφὸν ἐν τῷ ναῷ. ὅπως τὸν ἀδελφὸν τοῦ ἀρχιερέως συνοικήσαντα ἀλλοφύλῳ γυναικὶ ἐκώλυον ἀπὸ τοῦ ναοῦ. περὶ τῆς οἰκοδομῆς τοῦ ναοῦ τοῦ ἐν τῷ Γαριζὶν τοῦ2) ἐν τῇ Σαμαρείᾳ. Ἀρχὴ τῆς κατὰ τὸν Ἀλέξανδρον ἱστορίας. τίνος υἱὸς ἦν Ἀλέξανδρος. οἶον ὄνειρον εἶδε Φίλιππος ἐγκυμονούσης τῆς γυναικὸς τὸν Ἀλέξανδρον καὶ πότε ἐγεννήθη. περὶ τοῦ σώματος Ἀλεξάνδρου. περὶ τοῦ ἵππου τοῦ Βουκεφάλου. ὅτι ὁμιλητὴς Ἀριστο- τέλους ἐγένετο. ὅτι καὶ πρακτικὸς ἰατρὸς ἦν ὁ Ἀλἐξανδρος.