Ancient Greek · ~2 min
Book 4
Joannes Zonaras, Argumenta 4.9
Not analysed yet
Ὅτι εἰκοσαετὴς τῆς βασιλείας ἐκράτησεν. περὶ Τιμοκλείας τῆς τὸν βιασάμενον αὐτὴν εἰς τὸ φρέαρ βαλούσης. οἷα ὁ Σινωπεὺς Διογενὴς πρὸς Ἀλέξανδρον εἶπεν. τὸ φιλότιμον Ἀλεξάνδρου. ὅσων ἐκράτησε πόλεων. περὶ Ἀκαρνᾶνος τοῦ ἰατροῦ, καὶ ὅπως ἐξ αὐτοῦ τὸ φάρμακον3) ἔλαβεν Ἀλέξανδρος, καὶ ἀντέδωκε τὴν τῆς συκοφαντίας ἐπιστολήν. ἡ ἐν Ἰσσῷ συμπλοκὴ Δαρείου καὶ Ἀλεξάνδρου καὶ ἡ Δαρείου ἧττα. περὶ τῆς γυναικὸς καὶ τῆς μητρὸς Δαρείου ἁλουσῶν παρὰ Ἀλεξάνδρου.