Ancient Greek · ~2 min
Book 5
Joannes Zonaras, Argumenta 5.17
Not analysed yet
ὅπως ὁ Ἡρώδης ἐκώλυε τοὺς ὑπ’ αὐτὸν ἀλλήλοις συνέρχεσθαι, δεδιὼς τὰς ἐπιβουλάς. τίνες οἱ Ἐσσαῖοι καὶ οἵᾳ χρῶνται διαίτῃ, καὶ ὅπως εἷς τῶν ’Eσσαίων προεῖπε τῷ Ἡρώδῃ παιδίῳ ὄντι τὴν βασιλείαν. ὅπως ὁ Ἡρώδης τὸν ναὸν ἐπὶ τὸ μεῖζον μετεσκεύασε, καὶ περὶ τοῦ πύργου, ὃν Ἀντωνίαν ἐκάλεσεν. ὅτι ὁ ναὸς ἐν ἐνιαυτῷ ἑνὶ πρὸς τῷ ἡμίσει ᾠκοδομήθη. ὅτι καὶ οὐδὲ ὑετὸς γέγονεν ἐν ἡμέρᾳ. περὶ τοῦ πιπράσκεσθαι τοὺς κλέπτας.