Ancient Greek · ~7 min
5.1 to 5.16
Joannes Zonaras, Argumenta 5.1-16
Not analysed yet
Περὶ Ἀντιόχου τοῦ ἐπικληθέντος ἔντος θεοῦ. ὅρα γυναικὸς καρτερίαν. ὅτι οἶ Σαδδουκαῖοι τὰ ἄγραφα καὶ ἐκ παρα- δόσεως οὐκ ἐτήρουν. Ὅπως ὁ Ἀντίγονος ἀνῃρέθη εἰς τὸν 1) Στράτωνος πύργον κατὰ τὴν Ἰούδα τοῦ Ἐσσαίου πρόρρησιν, κἂν ἐδόκει ἐψεῦσθαι. Περὶ φοινίκων καὶ κιτρίων τῶν ἐν τῇ σκηνοπηγίᾳ. ὅτι ἐπὶ τρία ἔτη ἐνόσει τεταρταῖον. Περὶ Ὑρκανοῦ καὶ Ἀριστοβούλου. περὶ Τι- γράνου τοῦ Ἀρμενίου. βασιλεία Ὑρκανοῦ καὶ Ἀριστοβούλου. ὡς εὖ σοι τῆς εὐχῆς ἄνθρωπε. Περὶ Πομπηίου καὶ τῆς δοθείσης αὐτῷ χρυσῆς ἀμπέλου ἐξ Ἀριστοβούλου ἐκ πεντακοσίων ταλάντων. περὶ τῆς Μιθριδάτου τελευτῆς καὶ περὶ τοῦ ὀποβαλσάμου ,ὅπερ τῶν μύρων ἄριστον. ὅπως ὑπὸ Πομπηίου τὰ Ἰεροσόλυμα ἑάλω. Περὶ τοῦ Ἰταβυρίου ὄρους. 2) ὅσα ἦσαν τὰ τοῦ ἱεροῦ Ἰουδαίων χρήματα, έν οἶς καὶ δοκὸς ἐκ χρυσοῦ. 3) καὶ ὅτι ἡ μνᾶ ἕλκει λίτρας δύο 4) πρὸς τῇ ἡμισείᾳ. Κύπρος ὄνομα γυναικός. ὅτι ὁ Ἡρώδης ἐλθὼν εἰς τὸ δοκιμάσασθαι ἐξέπληξε τοὺς παρόντας διὰ τὸ ἐλθεῖν μετὰ δορυφορίας πολλῆς · διὸ καὶ ᾐτιάθη. Ὅπως ὁ Ἀντώνιος ἤρα τῆς Κλεοπάτρας. περὶ Πακόρου τοῦ Παρθῶν βασιλέως. Διὰ τί ἀπετμήθη τὰ ὦτα Ὑρκανός. ὅπως ὁ Φασάηλος τέθνηκεν. Ἀντιγόνου. Ἀντιγόνου Περὶ τῆς ἀρχιερωσύνης Ἀριστοβούλου ἐν νέᾳ τῇ ἡλικίᾳ. ὅπως ἡ Ἀλεξάνδρα ἔφυγε διὰ λάρ- νακος καὶ ἐφωράθη. ὅπως ἀπεπνίγη Ἀριστόβουλος. ὅτι ἠράσθη Ἡρώδου ἡ Κλεοπάτρα. περὶ τοῦ ἐν Ἰουδαίᾳ μεγάλου γεγονότος σεισμοῦ. ὅπως καὶ παρὰ τοῦ Καίσαρος Ἡρώδης ἐτιμήθη. ὅπως εἰς τὸ φανερὸν Ἡρώδην ἐφάνη μισοῦσα ἡ γυνὴ αὐτοῦ. ὅπως ἡ τοῦ Ἡρώδου γυνὴ θανάτῳ κατακριθεῖσα τέθνηκεν. ὅπως ὁ Ἡρώδης καὶ οἵαν νόσον ἐνόσησεν. 1) ὅπως οὐδὲ τοῦ οἰκείου κόσμου Ἡρώδης ἐφείσατο ἐν καιρῷ λιμοῦ διὰ τὴν πόλιν, καὶ αὐτὸν ἀποδοὺς εἰς τὸ ἀγοράσαι σῖτον. πόσος ἦν ὁ διαδοθεὶς. πόσοι μόδιοι ὁ κόρος.