Ancient Greek · ~7 min
6.10 to 6.18
Joannes Zonaras, Argumenta 6.10-18
Not analysed yet
Ὁ Γάιος μὴ ὡς θεὸς παρὰ Ἰουδαίων τιμώμενος ὠργίζετο καὶ τὸν Φίλωνα ὑπεραπολογούμενον οὐκ ἐδέχετο. ὅπως οὐ παρεχώρησαν Ἰουδαῖοι στῆναι ἀνδριάντα Γαΐου ἐν τῇ πόλει αὐτῶν. ὅτι ὁ Ἀγρίππας ἔπεισε Γάιον συγχωρῆσαι μὴ στῆναι ἐν Ἰουδαίᾳ τὸν οἰκεῖον ἀνδριάντα. ὅτι ἀνῃρέθη Γάιος καὶ Κλαύδιος αὐτὸν διεδέξατο. ὅτι χρυσῆν ἅλυσιν Γάιος τῷ Ἀγρίππᾳ ἐδωρήσατο ἀνθ’ ἧς κατεκρίθη σιδηρᾶς, ἣν καὶ ἀνέθετο Ἀγρίππας τῷ θεῷ. ὅτι ὁ ὕπαρχος ἀρχὴ ἦν παρὰ Ῥωμαίοις. ὅτι Δωρῖται ἔθνος εἰσίν. ὅτι εὐεργετικὸς ὁ Ἀγρίππας. ὅτι ὁ Στράτωνος πύργος ἐστὶν ἡ ἐν Παλαιστίνῃ Καισάρεια. περὶ τῆς ἐξ ἀργύρου στολῆς λαμπρὸν ἀποστιλβούσης. ὅπως ὁ Ἀγρίππας τέθνηκεν. Περὶ τῆς ἐγκυμονούσης γυναικός, ἧς ἐκ τῆς κοιλίας ἔδοξε φωνὴν γενέσθαι, λέγουσαν τὴν τοῦ ἐμβρύου τύχην. ὅπως ὁ Ἰζάτης μετετέθη εἰς τὴν Ἰουδαϊκὴν θρησκείαν ,καὶ ἡ τούτου μήτηρ Ἑλένη ὁμοίως, καὶ εἰς Ἱεροσόλυμα ἀπῆλθεν εἰς τὸ τοῦ θεοῦ ἱερόν. περὶ Ἀρταβάνου τοῦ Παρθῶν βασιλέως, ὅπως εἰς Ἰζάτην ἦλθε δεόμενος. ὅτι ἀποκατέστη πάλιν ὁ Ἀρταβάνης εἰς τὴν Παρθῶν βασιλείαν. Πόλεμοι Ἀράβων πρὸς Ἰζάτην τὸ πρῶτον ἐκ προδοσίας τῶν οἰκείων, εἶτα ἧττα Ἀράβων. περὶ τοῦ γόητος Θευδᾶ. ἡ ἴλη ἱππέων σύλλογος. περὶ ἀλαβαρχίας. περὶ τῶν φευγόντων ἐκ τοῦ ἱεροῦ διὰ τὸ στενὸν τῆς ἐξόδου καταπατηθέντων καὶ θανόντων. ὅπως ἐτιμωρήθη ὁ εἰς τοὺς νόμους Μωσέως ἐνυβρίσας. ὅτι μέγα 1) τὸ ἡγεμονεύειν Συρίας. ὅτι πυρ- φόρον ἦν τὸ Βέσβιον ὅρος. τελευτὴ Κλαυδίου. ὅτι Νέρων Κλαύδιον διεδέξατο. οἷα καὶ νῦν οἶ ἀρχιερεῖς ποιοῦσι τοὺς οἰκείους ἀδικοῦντες κληρικούς. Περὶ τῶν σικαρίων λῃστῶν. περὶ Ἰακώβου τοῦ ἀδελφοθέου. πόσοι ἐξ Ἀαρὼν μέχρι Φινεὲς γεγόνασι κατὰ συγγένειαν ἀρχιερεῖς. Ὅτι Οὐεσπασιανὸς 2) ἀπεστάλη κατὰ τῆς Ἰουδαίας παρὰ Νέρωνος. περὶ τῆς πόλεως Ἰωταπάτων καὶ τοῦ Ἰωσήπου. ὅτι ὁ Νέρων ἀνεῖλεν ἑαυτὸν καὶ Γάλβας ἦρξε μετ’ αὐτόν, καὶ αὐτὸς μετὰ μικρὸν ἀνῃρέθη, καὶ ἦρξαν 3) Ὄθων καὶ Οὐιτέλλιος καὶ ἀλλήλοις ἐπολέμουν. ἀνάρρησις Οὐεσπασιανοῦ.