Ancient Greek · ~2 min
6.19 to 6.20
Joannes Zonaras, Argumenta 6.19-20
Not analysed yet
Τίτου πολιορκία κατὰ τῆς Ἱερουσαλήμ. ὅτι τρίτειχος ἦν ἡ Ἱερουσαλήμ. περὶ τοῦ μηχανήματος τῶν κριῶν τόν κατὰ τῆς πόλεως ἐπαχθέντων. περὶ τῶν ξυλίνων πύργων, οὑς ὁ Τίτος ἐποίησεν. Περὶ τῆς ἐπινοίας τοῦ Ἰουδαίου Κάστορος,1) δι’ ἧς ὑπερετέθη ἡ κατὰ τοῦ πύργου ἐπιβουλὴ τῶν Ῥωμαίων. ὅτι ὁ Τίτος φιλανθρωπότερον περὶ τοὺς Ἰουδαίους διέκειτο, καὶ νικῶν αὐτούς. ὅτι τριπλῶς ἡ πόλις τετείχιστο. περὶ ὧν ἐκακούργουν οἱ στασιασταί, καὶ μάλιστα λιμώττοντες. περὶ ὧν ἐποίει κακῶν ὁ λιμὸς τοῖς Ἰουδαίοις.