Ancient Greek · ~2 min
Book 6
Joannes Zonaras, Argumenta 6.23
Not analysed yet
ὅτι αἶ πύλαι τοῦ ἱεροῦ ἐνεπρήσθησαν ,ἀργυραῖ οὖσαι. ὅτι ἔδοξε τοῖς Ῥωμαίοις τοὺς εἰς τὸ ἱερὸν καταφυγόντας σώζεσθαι Ἰουδαίους ,εἰ μὴ ἀνταμύνονται, καὶ ὅτι ὁ Τίτος τὴν τοῦ ναοῦ οὐκ ἐβού- λετο καταστροφήν. ὅτι καὶ χρυσᾶς εἶχε θυρίδας ὁ ναός. ὅτι ὁ Τίτος παντοίως ἐσπούδαζε μὴ καυθῆναι τὸν ναόν. ὅτι κατὰ τὸν αὐτὸν μῆνα καὶ τὴν αὐτὴν ἡμέραν συνέπεσε γενέσθαι τὸν ἐμπρησμὸν τοῦ ναοῦ ὑπὸ Βαβυλωνίων πρότερον καὶ ὕστερον ὑπὸ Ῥωμαίων.