Ancient Greek · ~5 min
Book 6
Joannes Zonaras, Argumenta 6.24
Not analysed yet
Περὶ τοῦ τοίχου ,οὗ τὸ εὖρος πήχεις ἡ. περὶ τῶν ἐν τῷ γαζοφυλακίῳ χρημάτων. περὶ τῶν γενομένων σημείων τῆς ἀλώσεως. οἷον τὸ μέγεθος τῆς πύλης. περὶ τοῦ βοῶντος πρὸ μακροῦ τὰ τῆς ἁλώσεως καὶ ὅπως καὶ οὗτος ἀπώλετο. 1) ὅτι Ῥωμαῖοι Τίτον ἀπέφηναν αὐτοκράτορα. περὶ τόν Ἰδουμαίων. περὶ τῶν χρυσῶν κειμηλίων. περὶ τῆς ἀρχιερατικῆς στολῆς. ὅτι θαυμάσας ὁ Τίτος τὴν τῆς πόλεως ὀχυρότητα σὺν θεῷ εἶπε πολεμῆσαι, καὶ ταῦτα Ἕλλην ὄν, καὶ ὅτι πύργους κατέλιπε δύο ἀκατασκάπτους διὰ θαῦμα, καὶ ὅτι ὁ ἀριθμὸς τῶν αἰχμαλώτων ἦν μυριάδες θ’ καὶ λ΄ καὶ τῶν ἀπολλυ- μένων μυριάδες ρί. ὅπως ὁ Σίμων τοὺς ὑπονόμους ὑπέδυ καὶ ὅπως ὕστερον ἀναδὺς μετὰ καιρὸν ἀγχόνῃ ἔθανεν. ὅτι καὶ τὰ τοῦ ναοῦ ἀνωρύχθη θεμέλια. ὅτι κατὰ τὸν καιρὸν τῆς ἁλώσεως Ἱερουσαλὴμ πανταχοῦ οἱ κατεσπαρμένοι Ἰουδαῖοι ἐκακοῦντο. ὅτι τὸ φρούριον ἡ Μαχαιροῦς λίαν ἦν ὀχυρόν. περὶ τοῦ εὐμεγέθους δένδρου. περὶ τοῦ φυτοῦ τοῦ λεγομένου ὃ καὶ ὂ λέγεται, καὶ περὶ τῆς τούτου δυνάμεως. ὅπως ἑάλω τὸ φρούριον ἡ Μαχαιροῦς. περὶ τοῦ χωρίου Ἀμμοὺς ὅτι ἀπέχει Ἱεροσολύμων στάδια λ΄. ὅτι τὸ κατὰ κέλευσιν τοὺς Ἰουδαίους τελεῖν ἀρχαῖον ἦν. περὶ τοῦ ἐκ ξύλων τείχους, ὅπερ ὀχυρὸν μὲν ἦν ,πυρὶ δὲ ὕστερον κα- τηνάλωτο. ὅτι ἐξ ἀπογνώσεως ἀλλήλους ἀνῄρουν οἶ ἐν τῷ φρουρίῳ πρότερον τὴν ὕπαρξιν κατακαύσαν- τες. ὅπως ἑάλω τὸ φρούριον ἡ Μασαδά. περὶ τοῦ πονηροῦ ὑφάντου.