Ancient Greek · ~2 min
7.21 to 7.22
Joannes Zonaras, Argumenta 7.21-22
Not analysed yet
Πότε ἐδόθη ταῖς γυναιξὶ τὸ ἐπ’ ὀχήματι 5) περιιέναι. ὅτι πρῶτος λευκῷ τεθρίππῳ Κάμιλλος ἐθριάμβευσε καὶ ὅπως ὁ θρίαμβος ἐτελεῖτο. οἶον ἦν τὸ ἅρμα τοῦ θριάμβου. περὶ ἵππων ζυγίων καὶ σειραφόρων καὶ κελήτων. ὅτι ἐκωδωνοφόρουν οἱ κριθέντες θανεῖν. ὅτι καὶ ἐν δευτέρᾳ καὶ τρίτῃ ἡμέρᾳ ἐξήρκει ἡ πομπή. ὅπως Φαλίσκοι κατεφρόνουν Ῥωμαίων 6) πολεμούντων καὶ διὰ τοῦτο τοὺς παῖδας ἐξῆγον εἰς τὸ τεῖχος γυμνασομένους. καὶ ὅπως ὁ διδάσκαλος προδέδωκε τούτους, καὶ ὅπως αὐτὸν οἶ πολέμιοι δεσεμένον ἀντέστρεψαν.