Ancient Greek · ~7 min
8.14 to 8.20
Joannes Zonaras, Argumenta 8.14-20
Not analysed yet
1) ὅπως ὁ Μέτελλος τοὺς τῶν πολεμίων κατασκόπους ἐφώρασεν. ὅτι πολέμου Ῥωμαίοις καὶ Καρχηδονίοις συρραγέντος ἐνίκησαν οἱ Ῥωμαῖοι καὶ τοὺς ἐλέφαντας αὐτῶν ἀνεῖλον. ὅπως τοὺς ἐλέφαντας οἱ Ῥωμαῖοι διεπεραίωσαν τὸν πορθμὸν καὶ εἰς Ρώμην ἀπήγαγον. Ὅτι πρέσβεις εἰς Ῥώμην οἶ Καρχηδόνιοι ἔπεμψαν καὶ αὐτὸν τὸν Ῥηγοῦλον τὸν ὕπατον, εἰ- ρήνην αἰτοῦντες. ὅσα Ῥωμαίοις ὁ Ῥηγοῦλος συνεβούλευσε, γνώμην δοῦναι ἐπιτραπείς, καὶ ὅπως ἀνακομισθεὶς ἑκὼν εἰς Καρχηδόνα ,ἔνα μὴ ἐπιορκήσῃ, ὠμότατα διεφθάρη. στρατεία Ῥωμαίων εἰς τὴν Λιβύην καὶ πολιορκία τοῦ Λιλυβαίου. 2) ὅσα οἶ Ῥωμαῖοι ἐν τῇ πολιορκίᾳ τοῦ Λιλυβαίου παρὰ τῶν Καρχηδονίων ὑπέστησαν. ὅτι ἀφῆκαν οἶ Ῥωμαῖοι τὸ ναυμαχεῖν. ὅτι μετέστησαν πρὸς Ῥώμην οἱ Γαλάται τοῖς Καρχηδο- νίοις συμμαχοῦντες, καὶ ὅτι αὖθις ναυτικὸν οἶ Ῥωμαῖοι συνεστήσαντο, καὶ ναυμαχίᾳ τοὺς Καρχηδονίους ἐνίκησαν. ὅτι τὸν σφέτερον στρατηγὸν οἶ Καρχηδόνιοι ἀνεσταύρωσαν καὶ σπείσασθαι Ῥωμαίοις ᾔτουν. ὅτι οἱ ἐν τῇ Ῥώμῃ φυσηθέντες διὰ τὴν νίκην βαυτέρας τὰς τῶν σπονδῶν συνθήκας τοῖς Καρχηδονίοις ἐπήνεγκαν ,καὶ οὕτως ὁ πόλεμος ἔληξε σφίσιν. Πόλεμοι ῾Ρωμαίων πρὸς ἔθνη. ὅτι τὴν Σαρδῶ ἔλαβον οἱ ῾Ρωμαῖοι ἐκ τῶν Καρχηδονίων καὶ χρήματα. πόλεμοι ῾Ρωμαίων πρὸς Γαλάτας καὶ Λίγυας καὶ Κυρνίους. πόλεμοι ῾Ρωμαίων πρὸς Σαρδονίους καὶ Κυρνίους καὶ Λίγυας. ὅτι πολέμιοι τοῖς ῾Ρωμαίοις ἐκρίθησαν Καρχηδόνιοι. κηρύκιον ἡ τοῦ κήρυκος ῥάβδος. μάχαι πρὸς Σαρδῶνας καὶ Κυρνίους. Ὅπως Ἀμίλκας ἐνικήθη παρὰ Ἰβήρων καὶ ἐφθάρη. περὶ Βοουΐων καὶ Γαλατῶν. περὶ Ἵσσης τῆς νήσου καὶ ὅπως οἱ κάτοικοι ταύτης ῾Ρμαίοις προσεχώρησαν καὶ περὶ τῆς ἀρχούσης αὐτῶν γυναικός. ποῖαι χῶραι καλοῦνται Ἰλλυρικόν. Ἰνσούβρων ἐπίθεσις κατὰ ῾Ρωμαίων καὶ μάχη καὶ ἧττα. τέρατα συμβεβηκότα Ῥωμαίοις. ὅτι τοὺς ὑπάτους οἱ ῾Ρωμαῖοι μετεπέμψαντο, οἱ δὲ οὐκ ἀπῆλθον, ἕως τὸ πὰν ἤνυσαν. ἑτέρα στρατεία κατὰ Ἰνσούβρων. περὶ Δημητρίου τοῦ Σαρδιαίων ἄρχοντος, ὅπως ὑπὸ Ῥωμαίων ἐκολάσθη.