Ancient Greek · ~2 min
8.21 to 8.22
Joannes Zonaras, Argumenta 8.21-22
Not analysed yet
Ὅτι αὖθις πόλεμοι μεταξὺ ῾Ρωμαίων ἀνερράγησαν καὶ Καρχηδονίων Ἀννίβου στρατηγοῦντος αὐτῶν τοῦ Ἀμίλκου παιδός. περὶ τῆς ἐν Εὐρώπῃ Ἰβηρίας ὅπου ἐστὶ καὶ μέχρι τίνος διήκει. ὅτι ὁ Ἀννίβας ἐπολιόρκει τοὺς ἐν Ἰβηρίᾳ Ζακυνθίους. ἅλωσις τοῦ περιβόλου τῶν Ζακυνθίων. ὅτι ἔκαυσαν οἱ Ζακύνθιοι τὰ τιμιώτερα τῶν χρημάτων αὐτῶν καὶ αὐτοὶ σὺν ἀπονοίᾳ τοῖς ἐναντίοις συμμίξαντες κατε- κόπησαν. Ὅτι πόλεμος ἐψηφίσθη ῾Ρωμαίοις κατὰ Καρχηδονίων. ὅτι πρέσβεις ἐπέμφθησαν εἰς Καρχηδονίους. περὶ σημείων γενομένων πρὸ τῆς μάχης τῶν Ῥωμαίων καὶ τῶν Καρχηδονίων καὶ περὶ ὀνείρου τῷ Ἀννίβᾳ φανέντος.