Ancient Greek · ~10 min
Book 1
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 1.11
Not analysed yet
Καὶ οἱ μὲν ἀπῆλθον· ὁ δ’ Ἰακὼβ μαθὼν τὰ περὶ Ἰωσήφ, ὥρμησεν εὐθὺς πρὸς αὐτόν) πάντας τοὺς μετ’ αὐτοῦ ἐπαγόμενος· ἦσαν δὲ ἑβδομήκοντα πέντε. ἤδη δὲ τῆς Αἰγύπτου πλησίον ὄντι αὐτῷ προσυπαντᾷ Ἰωσήφ. ὁ δ’ ὑπὸ χαρᾶς μικροῦ δεῖν ἐξέλιπε. παραγεγονότα δὲ τὸν Ἰακὼβ καὶ τοὺς μετ’ αὐτοῦ πρός Αἴ- γυπτον ἀκούσας Φαραώ, χαίρων ἦν, καὶ παραγενόμενον τὸν Ἰακὼβ πρὸς αὐτὸν ἠσπάσατο. καὶ μαθὼν ποιμένας εἶναι τοὺς μετ’ αὐτοῦ, συνεχώρησεν αὐτοῖς τὴν ἐν Ἠλίου πόλει κατοίκησιν. τοῦ δὲ λιμοῦ ἐπιτεινομένου, χρημάτων τοῖς Αἰγυπτίοις ἀπεδίδου τὸν σῖτον ὁ Ἰωσήφ. τούτων δ’ ἐπιλιπόντων, τῶν βοσκημάτων ὠνοῦντο αὐτόν, εἶτα καὶ τῆς γῆς παρεχώρουν, ἵνα τραφεῖεν. οὕτω δὲ τοῦ Φαραὼ πάσης περιουσίας κυρίου γενομένου πλὴν τῶν ἱερέων, τούτοις γὰρ ἔμενεν ἡ χώρα αὐτῶν, ὡς ἤδη ἐλώφησεν ὁ λιμός, συλλέγων τοὺς Αἰγυπτίους Ἰωσὴφ ἕκαστον εἰς τὴν πόλιν αὐτοῦ, τήν τε γῆν αὐτοῖς ἐχαρίζετο καὶ φιλεργεῖν παρεκάλει, τὴν πέμπτην τῶν καρπῶν τελοῦντας τῷ Φαραώ. Ἰακὼβ δὲ ἑπτακαίδεκα ἔτη ἐν Αἰγύπτῳ διαγαγὼν νοσήσας ἐξέλιπε, προειπὼν πῶς μέλλοιεν οἱ ἐκ τῆς γενεᾶς αὐτοῦ τὴν Χαναναίαν οἰκεῖν. καὶ τοῖς μὲν ἄλλοις τῶν υἱῶν κτῆσιν ἀγαθῶν ἐπευξάμενος, τοῦ Ἰωσὴφ δ’ ἐγκώμιον διεξελθών, ὅτι μὴ μνησικακήσειε τοῖς ἀδελφοῖς, πρόσ’ ἔταξε τοῖς υἱοῖς ἵνα τοὺς παῖδας τοῦ Ἰωσὴφ Ἐφραΐμ καὶ Μανασσῆν ἑαυτοῖς, συνδιαιρούμενοι τούτοις τὴν Χαναναίαν. εὐλογηθῆναι δὲ τοὺς υἱοὺς αὐτοῦ Ἰωσὴφ παραστήσας τῷ Ἰακώβ, τὸν μὲν πρεσβύτερον κατὰ τὴν δεξιὰν ἔστησε χεῖρα, τὸν δὲ νεώτερον κατὰ τὴν λαιάν. ὁ δὲ τὰς χεῖρας ἐναλλὰξ ταῖς τῶν παίδων κεφαλαῖς ἐπιθέμενος, τὴν μὲν δεξιὰν τῷ νεωτέρῳ ἀπένειμε, τῷ πρεσβυτέρῳ δὲ τὴν εὐώνυμον. καὶ τοῦ Ἰωσὴφ μὴ οὕτω χρῆναι τὴν ἐπίθεσιν τῶν χειρῶν ποιήσασθαι φήσαντος τῷ πατρί, ἐκεῖνος ἀλλοιῶσαι τὸν τῶν χειρῶν οὐκ ἐπείσθη σχηματισμόν. οὐ γάρ, ὡς ὑπείληφεν Ἰωσήφ, οὐκ ᾔδει ὃ ἐποίει, τοῦ γήρως τῷ βαθεῖ βλαβεὶς τὴν διάνοιαν, ἀλλ’ ὡς προφήτης τὰ μέλλοντα ὑπῃνίττετο, καὶ τὸν σωτήριον ἐτύπου σταυρόν, καὶ τὸν νέον λαὸν τὸν ἐξ ἐθνῶν δηλαδὴ δεξιὸν ἐδήλου λογισθήσεσθαι τῶ θεῷ καὶ τοῦ πρεσβυτέρου προτιμηθήσεσθαι, φημὶ δῆτα τοῦ Ἰουδαϊοῦ. τελευτᾷ δὲ Ἰακὼβ βιώσας ἔτη τριῶν δέοντα ἑκατὸν καὶ πεντήκοντα. Ἰωσὴφ δὲ τοῦ Φαραὼ συγχωρήσαντος ἄπεισιν εἰς Χεβρῶνα καὶ θάπτει τὸν πατέρα πολυτελῶς. τῶν δὲ ἀδελφῶν δεδιότων συνυποστρέφειν αὐτῷ, ἕνα μὴ μνησικακήσας ἀνταποδοίη αὐτοῖς, πείθει μηδὲν ὑφορᾶσθαι. τελευτᾷ δὲ καὶ οὗτος, ἔτη βιώσας ἑκατὸν δέκα, ἐντειλάμενος, ὅτε μεταναστεύσουσι τῆς Αἰγύπτου οἱ ἐκ τοῦ γένους αὐτοῦ, ἐκκομίσαι καὶ τὰ ὀστᾶ αὐτοῦ καὶ εἰς τὴν Χαναναίαν ἀπαγαγεῖν.