Ancient Greek
Book 1
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 1.10.1
Not analysed yet
Εἶτα τῷ Φαραὼ ὁ θεὸς ὄψεις ἐνυπνίων ἐπιπέμπει διττὰς καὶ τὰς δηλώσεις ἀμφοῖν. ὁ δὲ τῶν μὲν ὄψεων ἐμιμνήσκετο, τῶν δ’ ἐξηγήσεων ἐπελάθετο. συγκαλεῖται τοίνυν τοὺς τῶν Αἰγυπτίων σοφούς, καὶ ἀπαγγέλλει αὐτοῖς τὰ ἐνύπνια, καὶ τὴν δήλωσιν ἀπαιτεῖ· ἀπορούντων δ’ ἐκείνων ὠργίζετο. ὁ δ’ οἰνοχόος, εἰ καὶ μὴ πρότερον, ἀλλὰ τότε πρός μνήμην ἧκε τοῦ Ἰωσήφ, καὶ διδάσκει περὶ ἐκείνου τὸν Φαραώ. ἄγεται τοίνυν αὐτίκα. ὁ δέ‘ φράσον μοι φησί, νεανία, τὴν κρίσιν τῶν ἐνυπνίων ὧνπερ τεθέαμαι. ἔδοξα βόας εὐτραφεῖς ἑπτὰ προιόντας τοῦ ποταμοῦ πρὸς τὸ ἕλος χωρεῖν· ἑτέρους δ’ ἑπτὰ ἰσχνοὺς καὶ τετηγμένους λιμῷ τοῦ ἔλους ἐξελθόντας συναντῆσαι τούτοις, καὶ βρωθῆναι παρὰ τῶν δευτέρων τοὺς πρώτους καὶ πίονας, καὶ μένειν ἔτ’ αὐτοὺς ὁμοίως ἰσχνούς. αὖθις δ᾿ ὁρῶ στάχυας ἑπτὰ ἐκφύντας ῥίζης μιᾶς θαλεροὺς καὶ κεκλιμένους τῷ βάρει τοῦ καρποῦ. πλησίον δ’ αὐτῶν ἰσαρίθμους ἐδόκουν ὁρᾶν στάχυας ἀδρανεῖς ὑπὸ ἀδροσίας καὶ πρὸς ὅρασιν ἀηδεῖς, οἱ καὶ ἀνήλισκον τοὺς εὐκάρπους τε καὶ ὡραίους. ὁ δ᾿ Ἰωσήφ “κἂν διττά” φησίν, “ὦ βασι- λεῦ, τὰ ἐνύπνιά εἰσὶν, ἀλλὰ μίαν ἔχουσι τῶν μελλόντων τὴν δήλωσιν. οἵ τε γὰρ βόες, ζῷον ἐπ’ ἀρότρῳ πονοῦν, ὑπὸ τῶν χειρόνων κατεσθιόμενοι, καὶ οἱ θάλλοντες στάχυες ὑπὸ τῶν ἀδρανῶν σαπανώμενοι, λιμὸν ἐπὶ τοσαῦτα ἔτη τῇ χώρᾳ σου καταγγέλλουσιν ἐν ἰσαρίθμοις ἐνιαυτοῖς εὐθηνηθείσῃ πρότερον τοῖς καρποῖς, ὡς τὴν τούτων εὐφορίαν ἀναλωθῆναι ὑπὸ τῶν ἔπειτα. εἰ δὲ σὺ ταμιεύσεις τὰ τῆς προτέρας εὐδαιμονίας εἰς τοὺς τῆς ἀφορίας ἐνιαυτούς, θήσεις τοῖς Αἰγυπτίοις ἀνεπαίσθητον τὸ δυστύχημα. Φαραὼ δὲ τὴν τοῦ Ἰωσὴφ ἐκπλαγεὶς σοφίαν διά τὴν ἐξήγησιν καὶ τὴν συμβουλήν ‘‘αὐτὸς ὁ τούτων ἔφη ‘‘κριτής τε καὶ σύμβουλος καὶ οἰκονόμος ἔσῃ τῶν βουλευθέντων.” καὶ παρέσχεν αὐτῷ τὴν ἐξουσίαν αὐτοῦ, ὅστε σφραγῖδι χρῆσθαι τῇ Φαραὼ καὶ πορφύραν ἐνδύεσθαι καὶ ἐλαύνειν ἐφ’ ἄρματος. ἦν δὲ τότε τριάκοντα ἐτῶν γεγονὼς Ἰωσήφ. προσηγόρευσε δὲ αὐτὸν ὁ Φαραὼ Ψοθομφάνηχον· σημαίνει δὲ τὸ ὄνομα κρυπτῶν εὑρετήν. ζεύγνυσι δὲ αὐτῷ καὶ γυναῖκα Ἀσενὲθ κεκλημένην, θυγατέρα τοῦ ἐν Ἠλίου πόλει ἱερέων πρωτεύοντος. ἐξ ἧς αὐτῷ γίνονται παῖδες πρὸ τοῦ λιμοῦ, ὧν ὁ πρεσβύτερος ἦν Μανασσῆς· ἐπίληθον δὲ δηλοῖ, ὅτι λήθην εὕρατο τῶν ἀτυχημάτων· Ἐφραΐμ δὲ ὁ νεώτερος· ἀποδιδοὺς δὲ σημαίνει, διὰ τὸ ἀποδοθῆναι αὐτῷ τὴν τῶν προγόνων ἐλευθερίαν. ἐντεῦθεν ἧκεν ὁ τῆς ἐνδείας καιρός. οὐ μόνης δὲ τῆς Αἰγύπτου κατεκράτησεν ὁ λιμός, ἀλλὰ καὶ τῆς χώρας καθ’ ἣν κατῴκει ὁ Ἰακώβ. πέμπει τοίνυν τοὺς υἱοὺς εἰς Αἴγυπτον σῖτον ὠνησομένους, μόνον παρ’ ἑαυτῷ κατασχὼν τὸν Βενιαμὶν ὡς νεώτατον. οἱ μὲν οὖν προσῆλθον τῷ Ἰωσήφ. ὁ δὲ μὴ γνωσθεὶς ἐπέγνω τοὺς ἀδελφούς, καὶ κατασκόπους ἔλεγεν ἥκειν αὐτούς. οἱ δὲ ὅθεν τε ἥκοιεν ἔλεγον, καὶ ὡς ἑνὸς εἶεν πατρὸς ἔτι ζῶντος, καὶ ὡς ἕτερος νεώτερος ἀδελφὸς ἔστι παρὰ τῷ πατρί. πληροφορίαν δ’ ἔλεγεν Ἰωσὴφ δοῦναι αὐτῷ ἀληθείας, εἰ τὸν νεώτερον ἀδελφὸν κομίσουσι πρὸς αὐτόν. δίδωσιν οὖν σῖτον αὐτοῖς, καὶ τὸ ἀργύριον τῷ ἑκάστου σάκκῳ λάθρᾳ ἐνθέμενος· κατέσχε δὲ τὸν Συμεὼν τῆς ἐπανόδου ἐσόμενον ὅμηρον. ἐπανῆλθον πρὸς τὸν Ἰακὼβ οἱ υἱοὶ τὸν σῖτον κομίζοντες, καὶ τὰ συμβάντα ἀπήγγειλαν, καὶ λύπην αὐτῷ ἡ τοῦ Συμεὼν ἐποίει κατάσχεσις, δοῦναί τε τὸν Βενιαμὶν ἀπαχθῆναι εἰς Αἴγυπτον οὐ κατένευεν. ἤδη δὲ τοῦ σίτου δαπανηθέντος, ἐπεὶ μὴ ἄλλως ἐξῆν αὐτοῖς εἶς Αἴγυπτον ἀπελθεῖν, εἰ μὴ καὶ τὸν Βενιαμὶν προσεπάγοιντο, ὑπείκων ἀνάγκῃ δίδωσιν αὐτὸν ὁ πατήρ, καὶ τὴν τοῦ σίτου τιμὴν διπλασίονα, καὶ τῷ Ἰωσὴφ δωρεάς. ὡς δ᾿ ἦλθον εἰς Αἴγυπτον, προσήγαγον τὰ δῶρα αὐτῷ. ὁ δὲ τὸν Βενιαμὶν ἰδὼν καὶ συνθρυπτόμενος, ἴνα μὴ δακρύων καταφανὴς γένοιτο, μετέστη. εἶτα ἐπὶ δεῖπνον παραλαμβάνει τοὺς ἀδελφούς, καὶ διπλασίοσι μοίραις ἐδεξιοῦτο τὸν Βενιαμίν, καὶ τὸν τοῦ σίτου ταμίαν δοῦναι σῖτον αὐτοῖς κελεύει καὶ τὴν τιμὴν ἐνθεῖναι τοῖς σάκκοις, εἰς δὲ τὸ τοῦ Βενιαμὶν φορτίον καὶ σκύφον ἀργύρεον ἐμβαλεῖν. τούτων δὲ γεγονότων ἀπῄεσαν οἱ ἀδελφοὶ λαβόντες τὸν Συμεών. περικυκλοῦσι δὲ ἀπιόντας αὐτοὺς ἱππεῖς ἐπεγκαλοῦντες τὴν τοῦ σκύφου κλοπήν, καὶ ἐρευνῶντες εὗρον τὸν σκύφον παρὰ τῷ φορτίῳ βενιαμίν. οἱ μὲν οὖν ἱππεῖς ἦγον πρὸς τὸν Ἰωσὴφ τὸν Βενιαμίν, οἱ ἀδελφοὶ δὲ αὐτοῦ τὰς στολὰς διαρρήξαντες ἔκλαιον καὶ συνείποντο. Ἰωσὴφ δὲ τούτους ὀνειδίσας ὡς ἀχαρίστους, ἠλευθέρου μὲν τοὺς λοιπούς, μόνῃ δ’ ἠρκεῖτο τῇ τοῦ Βενιαμὶν κατοχῇ. τοὺς δὲ ἀπορία συνεῖχεν. Ἰούδας δὲ διαλεχθεὶς καὶ πολλὰ πρὸς ἔλεον δημηγορήσας ἐπαγωγά, εἰς ἔλεγχον ἤγαγε τοῦ πάθους τὸν Ἰωσήφ. ὁ δὲ μηκέτι δυνάμενος ὑποκρίνεσθαι τὴν ὀργήν, γνωρίζει τοῖς ἀδελφοῖς ἑαυτόν, καὶ χάριν αὐτοῖς ὡμολόγει ὡς συναιτίοις γενομένοις τῶν τῷ θεῷ βεβουλευμένων περὶ αὐτοῦ. “ἄπιτε οὖν φησί “καὶ ταῦτα δηλώσατε τῷ πατρί, αὐτόν τε καὶ πᾶσαν τὴν συγγένειαν ἀναλαβόντες ἐνταυθοῖ μετοι- κίζεσθε· ἔτι γὰρ ἐπὶ πενταετίαν ἔσται λιμός. ταῦτ’ εἰπὼν περιβάλλει τοὺς ἀδελφοὺς καὶ δωρεαῖς δεξιοῦται.