Ancient Greek · ~14 min
Book 1
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 1.13.1
Not analysed yet
Νέμων δ’ ἐπὶ τὸ Σίναιον ὄρος ὁ Μωυσῆς τοῦ περὶ τὴν βάτον ἀξιοῦται ὁράματος, ἣν ἔφλεγε πῦρ, οὐ μέντοι κατέκαιεν. εἶτα καὶ φωνῆς ἐκεῖθεν ἀκούει, ἣ μὴ προβαίνειν ἐπέταττεν, ἅτε θείου τοῦ τόπου τυγχάνοντος, καὶ τὰ ἐσόμενα προηγόρευε, καὶ ἀπιέναι αὐτῷ εἰς Αἴγυπτον ἐκέλευε, τοὺς ὁμογενεῖς τῆς ἐκεῖ κακώσεως ἀπαλλάξοντι καὶ ἐξάξοντι αὐτοὺς τῆς Αἰγύπτου, θυσίας τε εἰς ἐκεῖνον τὸν τόπον ποιεῖν ἐνετέλλετο. ταῦτα ἐκ τοῦ πυρὸς θεοκλυτεῖται ὁ Μωυσῆς. ὁ δ᾿ ἠπόρει πῶς ἢ τούς οἰκείους πείσειεν ἢ βιάσαιτο Φαραὼ ἐπιτρέψαι τὴν ἔξοδον. καὶ ὁ θεὸς ῥᾷστα ταῦτα θήσειν αὐτῷ ἐπηγγέλλετο, καὶ εἰς πίστιν τὴν βακτηρίαν εἰς τὴν γῆν ἀφεῖναι κελεύεται, καὶ ἀφέντος δράκων ἐγένετο, εἶτ᾿ ἐπιλαβομένου πάλιν βάκτρον ἦν. καὶ καθεῖναι τὴν δεξιὰν εἰς τὸν κόλπον προσταχθείς, λευκὴν ὁμοίαν τιτάνῳ τὴν χρόαν ἐξήνεγκεν, εἶτα καὶ εἰς τὸ πρότερον εἶδος ἀποκατέστη. καὶ τοῦ πλησίον ὕδατος λαβεῖν κελευσθεὶς καὶ κατα- χέαι τῆς γῆς, ὁρᾷ τὸ χεθὲν αἱματῶδες. θαρρεῖν οὖν ἐπὶ τούτοις παρεκελεύετο καὶ μηκέτι μέλλειν. παραλαβὼν οὖν τὴν γυναῖκα καὶ τοὺς παῖδας τοὺς ἐξ αὐτῆς, Γηρσών, ὃ σημαίνει ὅτι εἰς τὴν ξένην, καὶ Ἐλεάζαρ, δηλοῖ δὲ ὡς συμμάχῳ χρήσαιτο τῷ πατρῴῳ θεῷ, ὥρμησεν εἰς Αἴγυπτον. πλησιάσαντι δὲ ὁ ἀδελφὸς ὑπήντησεν Ἀαρών. παραγίνονται οὖν ἄμφω πρὸς Φαραώ, καὶ τὰ ἐκ θεοῦ προστεταγμένα εἰπόντες ἠξίουν μὴ ἀντιπράττειν τῇ θείᾳ βουλῇ. χλευάσαντος δ᾿ ἐκείνου, ἔργῳ τὰ σημεῖα ἐδείκνυον, καὶ ἡ ῥάβδος ὄφις ῥιφεῖσα ἐγένετο. τὸ δ᾿ αὐτὸ καὶ τῶν Αἰγυπτίων ἐπαοιδῶν πεποιηκότων καὶ τὰς σφετέρας βακτηρίας μεταβαλόντων εἰς δράκοντας, Μωυσῆς τὴν βακτηρίαν αὖθις ῥιπτεῖ κατὰ γῆς, καὶ εἰς ὄφιν μεταβληθεῖσα τὰς τῶν Αἰγυπτίων βακτηρίας, αἳ δράκοντες ἐδόκουν, κατέφαγεν· εἶτα εἰς τὸ ἑαυτῆς σχῆμα μετα- πεσοῦσαν αὐτὴν κομίζεται. σκληρυνομένου δὲ Φαραώ, εἰς αἷμα τὰ ὕδατα μετεβέβλητο. εἶτα βάτραχοι πᾶσαν τὴν γῆν Αἰγύπτου ἐκάλυψαν. ἐπὶ τούτοις σκνῖπες ἐκ τῆς γῆς ἀνεδόθησαν. τὰ μὲν οὖν ἄλλα τεράστια καὶ οἱ ἐπαοιδοὶ Φαραὼ ἐδόκουν ποιεῖν, σκνῖπας δὲ φαντάσαι οὐκ ἠδυνήθησαν. εἶπον οὖν πρὸς Φαραὼ ὅτι δάκτυλος θεοῦ τοῦτό ἐστιν· ὁ δ’ ἔτι ἀνένδοτος ἦν. καὶ ἐγένετο κυνόμυια, καὶ ἐπὶ ταύτῃ φθορὰ τῶν κτηνῶν. ἔπειτα τοῦ Μωυσέως καμινιαίαν αἰθάλην τοῦ ἀέρος κατασκεδάσαντος, ἕλκη καὶ φλυκτίδες ἔν τε τοῖς κτήνεσι καὶ ἐν τοῖς ἀνθρώποις ἀνέζεσαν, καὶ αὖθις χάλαζα ὕσθη, καὶ μετ’ αὐτὴν ἐπῆλθεν ἀκρίς, καὶ ἐπὶ ταύταις σκότος τοὺς Αἰγυπτίους ἐπὶ τρεῖς ἡμέρας ἐκάλυψε, τελευταῖον δ’ ἐπήνεκτο τούτοις ἡ τῶν πρωτοτόκων ἀπώλεια. σκληρυνομένου γὰρ Φαραὼ ἐκέλευσεν ὁ θεὸς Μωυσῇ θυσίαν παρασκευάσαι εἰς τὴν τεσσαρεσκαιδεκάτην τοῦ μηνὸς ὃς παρὰ μὲν Ἑβραίοις Νίσαν καλεῖται, παρ’ Αἰγυπτίοις δὲ Φαρμουθί, παρὰ Μακεδόσι δὲ Ξανθικός, καὶ παρ’ Ἕλλησιν Ἀπρίλλιος. ἐνστάσης δὲ τῆς τεσσαρεσκαιδεκάτης ἄπαντες ἔθυον καὶ τῷ τοῦ θύματος αἵματι τὰς φλιὰς τῶν οἰκιῶν ἔχριον, καὶ δειπνήσαντες τῶν κρεῶν τὰ περιττὰ ἔκαυσαν. ὅθεν ἔκτοτε ἑορτὴν ἄγουσιν Ἑβραῖοι κατὰ τὸν καιρόν τοῦτον καὶ θύουσι, πάσχα τὴν ἑορτὴν καλοῦντες. τὸ δὲ πάσχα ἄλλοι μὲν διάβασιν σημαίνειν φασίν, Ἰώσηπος δὲ ὑπερβασίαν, ὅτι κατ’ ἐκείνην τὴν νύκτα τοὺς Ἑβραίους ὁ θεὸς ὑπερβὰς Αἰγυπτίοις ἐνέσκηψε τὴν τῶν πρωτοτόκων φθοράν. ὅθεν συνελθόντες Αἰγύπτιοι ἐδέοντο Φαραὼ ἀπολύειν τοὺς Ἑβραίους· ὁ δὲ ἀπιέναι προσέταξεν. οἱ δ᾿ ἐξῄεσαν. ἦν δὲ τὸ τῶν μετανισταμένων πλῆθος τὸ στρατεύσιμον ἡλικίαν ἔχον μόνον μυριάδες ἐξήκοντα. ἐξῆλθον δὲ μηνὸς Ξανθικοῦ πέμπτῃ καὶ δεκάτῃ κατὰ σελήνην, μετὰ ἔτη τετρακόσια τριάκοντα τοῦ τὸν Ἀβραὰμ εἰς Χαναναίαν ἐλθεῖν, ἐκ δὲ τῆς Ἰακὼβ εἰς Αἴγυπτον παροικίας μετὰ ἐνιαυτοὺς διακοσίους καὶ πεντεκαίδεκα. ἦν δὲ Μωυσῇ τότε τῆς ζωῆς ἔτος ὀγδοηκοστόν, Ἀαρὼν δὲ τρισὶν ὑπερεῖχε. συνεπήγοντο δὲ καὶ τὰ ὀστᾶ τοῦ Ἰωσήφ, πληροῦντες τὴν ἐντολὴν τοῦ ἀνδρός.