Ancient Greek
Book 1
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 1.14.1
Not analysed yet
Οἶ’ μενοῦν ἀπῄεσαν, Αἰγύπτιοι δὲ μετεμέλοντο καὶ λαβόντες ὅπλα ἐδίωκον. ἑξακόσια δ’ ἦσαν αὐτοῖς ἄρματα 5 ἱππεῖς τε πεντακισμύριοι, καὶ μυριά- ’δες εἴκοσιν ὁπλιτῶν. Ἑβραίους δ’ εἰς ἀπόγνωσιν ἦγον ἐν στενῷ γεγονότα τὰ πράγματα, καὶ λίθοις βάλλειν τὸν Μωυσῆν ἔμελλον. ὁ δὲ παρεκάλει αὐτῷ ἕπεσθαι, καὶ ἦγεν αὐτοὺς ἐπὶ θάλασσαν, καὶ στὰς παρ’ αὐτῇ καὶ τὸν θεὸν ἐπιβοησάμενος τύπτει τὴν θάλασσαν τῇ βακτηρίᾳ· ἡ δὲ ἀνεκόπη καὶ γυμνὴν ἀφῆκε τοῖς Εβραίοις τὴν γῆν, κἀκεῖνοι διέβαινον σπεύδοντες. ὁρῶντες δὲ ταῦτα Αἰγύπτιοι, καὶ αὐτοὶ προτάξαντες τὴν ἵππον ἐδίωκον. ἤδη δ᾿ ἐπὶ τὴν ἀντιπέραν γῆν τῶν Ἑβραίων διασωθέντων ἐπιχεῖται τοῖς Αἰγυπτίοις ἡ θάλασσα, τοῦ Μωυσέως τῇ ῥάβδῳ ἐπιστρεπτικῶς αὖθις τὸ ὕδωρ πατάξαντος καὶ τὰ τούτου ἑνώσαντος τμήματα. ἀπώλοντο οὖν οἱ ἐν τοῖς ὕδασιν Αἰγύπτιοι ξύμπαντες. καὶ οἶ μὲν Ἑβραῖοι ἐν ὕμνοις ἦσαν καὶ ἔχαιρον, Μωυσῇ δὲ ᾠδὴ πεποίηται πρὸς θεὸν ἐν ἑξαμέτρῳ τόνῳ συντεθειμένη, ὥς φησιν Ἰώσηπος. τὰ δ’ ὅπλα τῶν Αἰγυπτίων σὺν τοῖς σώμασιν αὐτῶν ἐκβρασθέντα τῆς θαλάσσης ὑπὸ τοῦ πνεύματος λα- βόντες Ἑβραῖοι, τούτοις ὡπλίσθησαν. καὶ ἦγεν αὐτοὺς ὁ Μωυσῆς εἰς τὸ ὀρὸς Σινὰ, θύσων ἐκεῖ τὰ σῶστρα, ὡς αὐτῷ ἐνετέταλτο. ἀγομένους δ’ ἐκεῖ ἡ τῶν τροφῶν ἐλύπει σπάνις καὶ ἡ τοῦ ὕδατος ἔνδεια. καὶ οὕτως ἔχοντες εἰς τόπον ἀφικνοῦνται ἐν ᾧ φρέαρ ἦν, οὗ τὸ ὕδωρ διὰ πικρίαν ἄποτον. καὶ τὸ ὄνομα τοῦ τόπου ἡ μὲν τῆς Ἐξόδου βίβλος Μερρὰν ὀνομάζει, ὁ δ’ Ἰώσηπος Μὰρ αὐτὸν κληθῆναι παρὰ τῶν Ἑβραίων συγγράφεται, μὰρ τὸ πικρὸν λέγων τοὺς Ἑβραίους καλεῖν. καὶ τοῦ δημαγωγοῦ κατεγόγγυζον, ὁ δὲ τοῦ θεοῦ πρότερον δεηθεὶς ξύλον λαβὼν εἰς τὸ φρέαρ ἐνέβαλε καὶ τὸ ὕδωρ ἐγλύκανεν. ὁ δὲ Ἰώσηπος ἔοικε μὴ πιστεύων ὡς θαύματι τῇ γλυκάνσει τοῦ ὕδατος, ἀλλὰ φυσικῶς αὐτὸ γλυκανθῆναι δοξάζων λέγει ὅτι τὸ ξύλον ὁ Μωυσῆς εἰς τὸ ὕδωρ βαλὼν ἐξαντλεῖν τὸ φρέαρ ἐκέλευε, καὶ οἱ μὲν ἐπόνουν, τὸ δ’ ὑπὸ τῶν συνεχῶν πληγῶν γεγυμνασμένον καὶ κεκαθαρμένον ἤδη πότιμον ἦν. τὴν δὲ τῶν τροφῶν ἔνδειαν ἰάσατο, τοῦ θεοῦ δεηθείς, δι’ ὀρτύγων. ἐφίπταντο γὰρ τῇ τῶν Ἑβραίων παρεμβολῇ πλῆθος ὀρτύγων, οὓς συλλαμβάνοντες ἤσθιον. καὶ ἐπὶ τούτοις τὸ μάννα ὗσεν αὐτοῖς ὁ θεός, μέλιτι μὲν τὴν ἡδονὴν ἐμφερές, τὸ δὲ μέγεθος κοριάνδρου σπέρματι ὅμοιον, μάννα δὲ παρ’ ἐκείνων κληθέν, ὡς ἀπορούντων τί τοῦτο ἂν εἴη· τὸ γὰρ μὰν καὶ ἐπερώτησιν δηλοῖ κατὰ τὴν ἐκείνων διάλεκτον. οὕτω καὶ ταῦτα Ἰώσηπος. ἐνετέταλτο δὲ ἀσσάρωνα ἕκαστον ἐκ τούτου καθ’ ἑκάστην συλλέγειν, ὁ δὲ ἀσσάρων μέτρον ἐστίν, εἰ δέ τις πλέον συνέλεξεν, εἰς τὴν αὔριον ἄβρωτον ἦν, ὑπό τε σκωλήκων καὶ πικρίας διεφθαρμένον. τοῦτο δὲ ᾠκονόμητο, ἵνα μὴ τῶν ἐρρωμένων πολὺ συναγόντων ἐπιλείπῃ τοῖς ἀσθενέσι. τῇ δὲ τροφῇ ταύτῃ τεσσαράκοντα ἐχρήσαντο ἔτεσιν, ἐφ’ ὅσον ἤσαν ἐν τῇ ἐρήμῳ. αὖθις οὑν εἰς ἄνυδρον ἦλθον τόπον καλούμενον Ῥαφιδίν, καὶ διψῶντες κατὰ Μωυσέως κεκίνηντο. ὁ δὲ τοῦ θεοῦ δεηθεὶς κελεύεται ῥάβδῳ τὴν πέτραν πλῆξαι, καὶ πλήττει, ἧς αὐτίκα ὕδωρ ἐξεβλύσθη πολύ τε καὶ διαυγέστατον. οἱ δὲ Ἀμαληκῖται κατὰ τῶν Ἑβραίων ἐχώρουν, τοὺς περι- οἴκους συμμάχους προσκαλεσάμενοι. Μωυσῆς δὲ τὸ μάχιμον τοῦ λαοῦ τῶν ἄλλων ἀποδιελών, καὶ Ἰησοῦν τὸν τοῦ Ναυῆ ἐπιστήσας αὐτοῖς, μέρος δέ τι τῆς στρατιὰς καταλιπὼν εἰς τὴν τοῦ ὕδατος φυλακήν, αὐτὸς μὲν ἀνεχώρει πρὸς τὸ ὄρος, Ἰησοῦ δ’ ἐνετέλλετο πεποιθέναι θεῷ καὶ τὸ στράτευμα κατὰ τῶν ἐναντίων ἐξάγειν. ἤδη οὖν ὁ πόλεμος συνερρήγνυτο· καὶ μέχρι μὲν Μωυσῆς τὰς χεῖρας εἶχεν ὑψοῦ, τοὺς Αμαληκίτας οἱ Ἑβραῖοι κακῶς διετίθεντο, ὁσάκις δὲ τὰς χεῖρας καθίει ὁ Μωυσῆς τῇ ἀνατάσει τούτων πονούμενος, ἡττᾶσθαι τότε τοὺς Ἑβραίους συνέβαινεν. ἑκατέρωθεν οὖν τὸν ἀδελφὸν Ἀαρὼν καὶ Ὢρ τὸν ἄνδρα τῆς ἀδελφῆς Μαριὰμ στήσας ἀνέχειν τὰς χεῖρας αὐτοῦ ἐνετείλατο. καὶ οὕτω τοὺς Ἀμαληκίτας νικῶντες Ἑβραῖοι πάντας ἀπώλεσαν ἄν, εἰ μὴ νὺξ ἐπέσχεν αὐτοῦ αὐτούς. Ἑβραίων δὲ τέθνηκεν οὐδὲ εἷς.