Ancient Greek · ~20 min
Book 1
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 1.17.1
Not analysed yet
Εἶτα στασιάζει τὸ πλῆθος τὸν Μωυσῆν αἰτιώμε- νον ὅτι γῆς αὐτοὺς ἀγαθῆς ἀποστήσας ἐν ἐρήμῳ πλανᾶσθαι πεποίηκεν. ἀγαγὼν δὲ αὐτοὺς ἐκεῖθεν εἰς τὴν καλουμένην Φάραγγα, πλησίον οὖσαν τῆς Χαναναίων γῆς, ἐξ ἑκάστης φυλῆς ἔνα λαβὼν κατασκοπήσοντας ἔστειλε τήν τε δύναμιν τῶν Χαναναίων καὶ τῆς γῆς τὴν ποιότητα. οἶ δὲ τεσσαράκοντα ἡμέραις διελθόντες τὴν γῆν ὑπενόστησαν, καὶ καρποὺς ἐκ τῆς γῆς ἐκείνης κομίζοντες, καὶ τὴν μὲν χώραν ἐπῄνουν ὡς ἀγαθήν, τὸ δὲ πλῆθος ἐφόβουν ὡς οὔσης ἀπόρου τῆς αὐτῆς κατασχέσεως διά τε ποταμῶν μεγέθη καὶ ὀρῶν δυσχωρίας καὶ πόλεων ὀχυρότητας. τὸ δὲ πλῆθος πάλιν δι’ ὀργῆς εἶχον τὸν Μωυσῆν, καὶ ἐνενόουν καταλεῦσαι αὐτόν τε καὶ τὸν Ἀαρὼν καὶ ὑποστρέψαι εἰς Αἴγυπτον. μόνοι δὲ τῶν κατασκόπων Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ Χαλὲβ παρεθάρρυναν τὸν λαόν, μηδὲν δυσχερὲς ἀπαντήσειν αὐτοῖς ἀπισχυριζόμενοι. Μωυσῆς δὲ καὶ Ἀαρὼν ἱκέτευον τὸν θεὸν ὅπως τῆς ἀπονοίας παύσῃ τὸ πλῆθος. παρὴν δὲ ἡ νεφέλη ἐν τῇ σκηνῇ καὶ ἐσήμαινε τὴν ἐπιφάνειαν τοῦ θεοῦ. καὶ Μωυσῆς θαρσήσας διειλέχθη τῷ πλήθει, καὶ ὀργισθῆναι ἔφησε τὸν θεόν, μὴ ἀπολεῖν μέντοι πάντας μηδὲ τὸ γένος ἐξαφανίσειν, τὴν δὲ Χαναναίαν μὴ παρέξειν αὐτοῖς, ἐᾶσαι δ’ ἐπὶ τῆς ἐρημίας ἐπ’ ἔτη τεσσαράκοντα, παισὶ δὲ τοῖς αὐτῶν παρέξειν τὴν γῆν. ταῦτα τοῦ Μωυσέως εἰπόντος ἐν λύπῃ τὸ πλῆθος ἐγένετο. εἶτα συμμίξαι τοῖς Χαναναίοις ἤθελον, καὶ ταῦτα κωλύοντος τοῦ θεοῦ· καὶ προσβαλόντες ἡττήθησαν, καὶ οἱ μὲν ἔπεσον, οἱ δὲ εἰς τὴν παρεμβολὴν συμπεφεύγασι. Στάσις δὲ τὸ πλῆθος κατέλαβεν ἐξ αἰτίας τοιαύτης. Κορὲ τῆς Λευιτικῆς τυγχάνων φυλῆς, καὶ γένει καὶ πλούτῳ περιφανέστατος καὶ ὁμιλεῖν πιθανώτα- τος, φθόνον ἔσχε πρὸς Μωυσῆν καὶ τοῦ ἀνδρὸς κατεβόα ὡς τυραννίδι χρωμένου. ‘‘τίνι γὰρ λόγῳ” ἔλεγεν Ἀαρὼν καὶ τοῖς αὐτοῦ υἱέσι τὴν ἱερωσύνην προσένειμεν; εἰ μὲν ὡς ἐκ τῆς Λευιτικῆς φυλῆς, ἐγὼ ταύτης τυχεῖν δικαιότερος, γένους μὲν ὁμοίως ἔχων, πλούτῳ δὲ καὶ ἡλικίᾳ διάφορος. εἰ δ’ ἑτέρᾳ φυλῇ προσκυρωθῆναι δέον αὐτήν, προτιμηθήσεται ἡ τοῦ Ρουβὶμ διὰ πρεσβυγένειαν, καὶ λήψονται ταύτην Δαθάν τε καὶ Ἀβειρών.” ταῦτα ἐκεῖνος μὲν κακοήθως ἔλεγεν, ἦσαν δὲ αὐτῷ συντεταγμένοι ἄνδρες τῶν πρώτων διακόσιοι καὶ πεντήκοντα, ἀνηρέθιστο δὲ καὶ τὸ πλῆθος. ὁ δὲ Μωυσῆς εἰς μέσον στὰς εἶπεν “ἐμοί, ὢ Κορὲ, καὶ σὺ καὶ τῶν σοι συντεταγμένων ἕκαστος τιμῆς ἄξιοι δοκεῖτε, ὁ δὲ θεὸς τὴν ἱερωσύνην τῷ Ἀαρὼν ἐψηφίσατο, καὶ νῦν αὐτὸς αὖθις κρινεῖ ὃν ἱερᾶσθαι βούλεται. ἔωθεν οὖν, ὅσοι τῆς ἱερωσύνης ἀντιποιεῖσθε, πάριτε, ἕκαστος κομίζων θυμιατήριον οἴκοθεν καὶ πῦρ καὶ θυμίαμα· σὺν ὑμῖν δ’ ὁμοίως παρίτω καὶ Ἀρών. καὶ θυμιώντων ὑμῶν ἐνώπιον τοῦ λαοῦ, οὗπερ ἂν τὴν θυσίαν ἡδίω κρινεῖ ὁ θεός, οὗτος ἔσται ὑμῖν ἱερεύς. ἐπῄνεσε ταῦτα τὸ πλῆθος, καὶ τῇ ἐπιούσῃ συνῆλθον εἰς τὴν ἐκκλησίαν. Μωυσῆς δὲ πέμψας πρὸς Δαθὰν καὶ Ἀβειρὼν ἐνετέλλετο ἥκειν· οἱ δὲ μὴ πεισθέντες κατὰ Μωυσέως ἠπείλησαν. Μωυσῆς δὲ ἀκολουθεῖν αὐτῷ τοὺς προβούλους κελεύσας ἀπῄει πρὸς τὰς ἐκείνων σκηνάς, καὶ πλησίον γενόμενος τὰς χεῖρας ἀνέσχεν εἰς οὐρανὸν καὶ μέγα ἐβόησεν “ἐπεὶ κακουργεῖν ὑποπτεύομαι, δέσποτα, αὐτὸς ἐλθὲ δικαστὴς καὶ παράστησον ὅτι οὐδὲν αὐτομάτως, ἀλλὰ πάντα σῇ διοικεῖται προνοίᾳ. καὶ εἰ σοῦ κελεύσαντος δέδωκα τὴν ἱερωσύνην τῷ Ἀαρών, χάνοι περὶ Δαθάν τε καὶ Ἀβειρὼν καὶ τὴν αὐτῶν γενεὰν ἐφ’ ἣν ἑστήκασι γῆν· εἰ δ᾿ ἀληθεύοιεν κατ’ ἐμοῦ, οἶς ἐπηρασάμην αὐτοῖς ἐγὼ περιπέσοιμι. ταῦτα εἶπε δακρύων. καὶ σείεται μὲν ἀθρόον ἡ γῆ, σκληροῦ δὲ ῥαγέντος ἤχου συνίζησε περὶ τὰς ἐκείνων σκηνὰς καὶ αὐτούς τε καὶ τὰ αὐτῶν εἰς τὸ χάσμα κατήνεγκε, καὶ οὕτως αὖθις συνῆλθε τὸ διεστός. ἐπὶ τούτοις ἔφριξε μὲν ὁ λαός, Μωυσῆς δὲ καλεῖ τοὺς περὶ ἱερωσύνης ἁμιλλωμένους. καὶ συνελθόντες πεντήκοντα καὶ διακόσιοι ἄνδρες τῶν ἐπισήμων καὶ Ἀαρὼν καὶ Κορὲ πρὸ τῆς σκηνῆς ἐπὶ τοῖς θυμιατηρίοις καθήγιζον ἃ ἐκόμιζον. ἐξέλαμψε δὲ πῦρ πολύ, Οἶον ἂν θεοῦ κελεύσαντος ἀναφθείη, ὑφ’ οὗ οἵ τε διακόσιοι πεντήκοντα καὶ Κορὲ διεφθάρησαν, ὡς μηδὲ τὰ σώματα αὐτῶν εὑρεθῆναι· μόνος δὲ Ἀαρὼν εὑρέθη ἀλώβητος. Μωυσῆς δὲ τὰ θυμιατήρια τῶν ἀνδρῶν ἐκείνων περὶ τὸν χάλκεον ἐκέλευσε καταθέσθαι βωμόν, ἔν ὑπόμνησις ὦσι τόν γεγονότων καὶ τοῖς μετέπειτα. ἐκκλησιάσας δὲ πάλιν προεῖπε τοῖς φυλάρχοις ἥκειν τὰ τῶν φυλῶν ὀνόματα βακτηρίαις ἐπιγεγραμμένα κομίζοντας, ἐκείνῳ τῆς ἱερωσύνης ἐσομένης οὑπερ ἄν τῇ βακτηρίᾳ σημεῖον γένηται ἐκ θεοῦ. κομίζουσιν οὖν οἵ τε ἄλλοι καὶ Ἀαρών, ἐπιγράψας τῇ βακτηρίᾳ Λευῖτιν. ἃς ἐν τῇ σκηνῇ τοῦ θεοῦ κατέθετο Μωυσῆς. τῇ δ’ ἐπιούσῃ προεκόμισε ταύτας. καὶ αἶ μὲν ἄλλαι οἷαιπερ ἐτύγχανον ἔμενον, ἡ δὲ Ἀαρὼν ἐβλάστησε κλάδους τε καὶ καρπούς. τὸν δὲ καρπὸν ἡ μὲν τοῦ Λευιτικοῦ βίβλος κάρυα λέγει, ἀμύγδαλα δὲ Ἰώσηπος. ἐξεπλάγησαν οὖν πάντες, τρὶς τὸν Ἀαρὼν χειροτονήσαντος τοῦ θεοῦ. ἐπεὶ δὲ πολέμων καὶ στρατείας ἡ τῶν Λευιτῶν ἀφεῖτο φυλή, ἔνα μὴ διὰ ἀπορίαν τῶν ἀναγκαίων ἀμελοῖεν τῆς λειτουργίας τοῦ ἱεροῦ, ἐκέλευε Μωυσῆς τὴν Χαναναίαν κτησαμένους τοὺς Ἑβραίους ὀκτὼ καὶ τεσσαράκοντα πόλεις κατανεῖμαι τοῖς Λευίταις καὶ γῆν πρὸ αὐτῶν, καὶ δεκάτην τῶν ἐπετείων καρπῶν αὐτοῖς τε καὶ τοῖς ἱερεῦσι τελεῖν· καὶ ἄλλα δὲ πλεῖστα χορηγεῖν τούτοις τὸν λαὸν διετάξατο, ὧν τὸ καθ’ ἕκαστον ὁ ζητῶν τὴν τοῦ Λευιτικοῦ βίβλον ἀναπτύ- ξας εὑρήσει.