Ancient Greek
Book 1
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 1.16.1
Not analysed yet
ἤδη δὲ τῆς σκηνῆς εἰργασμένης ἔστησε ταύτην Μωυσῆς. εἴργαστο δὲ ἡ κιβωτὸς ἐκ ξύλων ἀσήπτων, ἃ πανταχόθεν χρυσίον περιεκάλυπτεν, ᾗ τὰς δύο πλάκας ἐνέθεντο αἳ τοὺς δέκα λόγους εἶχον ἐγγεγραμμένους. ὣν ὁ πρῶτος μὲν ἔνα θεὸν εἶναί φησι καὶ τοῦτον μόνον σέβεσθαι δεῖν, ὁ δεύτερος δὲ μηδενὸς εἰκόνα ζῴου ποιεῖν μηδὲ προσκυνεῖν, ὁ τρίτος ἐπὶ μηδενὶ ματαίῳ τὸν θεὸν ὀμνύναι, ὁ τέταρτος τὰς ἑβδομάδας παρατηρεῖν ἀναπαυομένους ἐξ ἔργου παντός, ὁ πέμπτος γονεῖς τιμᾶν, ὁ ἕκτος φόνου ἀπέχεσθαι, ὁ ἕβδομος μὴ μοιχεύειν, ὁ ὄγδοος μὴ κλέπτειν, ὁ ἔνατος μὴ ψευδομαρτυρεῖν, ὁ δέκατος μηδενὸς ἀλλοτρίου ἐπιθυμεῖν. ταύτην οὖν τὴν κιβωτὸν εἰσάγουσιν εἰς τὸ ἄδυτον. ἐν δὲ τῷ ναῷ τιθέασι τράπεζαν, καὶ ἐπὶ ταύτῃ ἄρτους ἀζύμους δώδεκα καὶ λυχνίαν χρυσῆν καὶ θυμιατήριον ξύλινον ἐντός, ἔξωθεν δὲ χρυσίῳ κεκαλυμμένον. καὶ πρὸ τῆς σκηνῆς βωμὸν ἱδρύσατο ξύλινον χαλκαῖς λεπίσι περιεληλαμένον, οὗ ἄντικρυς φιάλαι καὶ κρατῆρες σὺν θυί· σκοις ἐτίθεντο, καὶ ἄλλα σκεύη ἃ πρὸς ἱερουργίαν ἡτοίμαστο, χρύσεα πάντα. γίνονται δὲ καὶ τοῖς ἱερεῦσι στολαί, ἀλλὰ μέντοι καὶ τῷ ἀρχιερεῖ. ἀρχιερέα δὲ ὁ θεὸς τὸν Ἀαρὼν ἐψηφίσατο. συναθροίσας δὲ τὸ πλῆθος ὁ Μωυσῆς “ἄνδρες” “τὸ μὲν ἔργον τετέλεσται, τῆς δὲ τοῦ ἱερᾶσθαι τιμῆς ὁ θεὸς τὸν Ἀρὼν ἀξιοῖ.” προσέταξε δὲ Μωυσῆς εἰσφέρειν ἕκαστον σίκλου τὸ ἥμισυ, ἴν εἰς τὰς περὶ τὴν σκηνὴν χρείας εἴη ἀνάλωμα. ὁ δὲ σίκλος νόμισμα Ἑβραίων ἐστὶν Ἀττικὰς δεχόμενον δραχμὰς τέσσαρας. τὸ δὲ πλῆθος τόν εἰσφερόντων ἦν μυριάδες ἐξήκοντα καὶ πεντακισχίλιοι πεντακόσιοι πεντήκοντα. τὴν δ εἰσφορὰν ἐποιοῦντο τῶν ἐλευθέρων οἱ τὸν εἰκοστὸν ὑπερβάντες ἐνιαυτὸν ἄχρι πεντηκοστοῦ. ἐποιήθη δὲ ἡ σκηνὴ μησὶν ἑπτά. ἔδειξε δὲ ὁ θεὸς κατὰ γνώμην αὐτοῦ τὸ ἔργον γενόμενον, παρουσιάσας ἐν τῇ σκηνῇ. οὕτω δὲ τὴν παρουσίαν ἐδήλωσεν. ἀχλὺς ὑπὲρ τὴν σκηνὴν μόνην ἐγένετο, οὔτε βαθεῖα καὶ συμπεπιλη- μένη καὶ νέφεσιν ἐμφερής, οὔτε πάνυ λεπτή τε καὶ ἀραιά, ὡς δι᾿ αὐτῆς διικνεἳσθαι τὴν ὅρασιν· ἡδεῖα δὲ ἀπ᾿ αὐτῆς ἔρρει δρόσος. Μωυσῆς δὲ ἔθυσεν ἐν τῷ τῆς σκηνῆς αἰθρίῳ ἐφ᾿ ἡμέρας ἑπτά, τῇ δὲ ὀγδόῃ ἑορτὴν ἐκήρυξε τῷ λαῷ καὶ θύειν ἐπέταξεν. οἱ δὲ ἀλλήλοις ἡμιλλῶντο. ἐπικειμένων δὲ τῶν ἱερῶν τῷ βωμῷ πῦρ ἀνήφθη αὐτόματον καὶ πάντα τὰ ἐπὶ τοῦ βωμοῦ ἐδαπάνησεν. οἱ δὲ πρεσβύτεροι τῶν τεσσά- ρων υἱῶν Ἀαρών, Ναδὰβ καὶ Ἀβιού, παρὰ τὰ διατεταγμένα θύσαντες κατεκαύθησαν τὰ στέρνα τε καὶ τὰ πρόσωπα, πυρὸς ἐξαφθέντος αὐτομάτου καὶ φλέξαντος αὐτούς· ὧν τὰ σώματα ἔξω τῆς παρεμβολῆς κομισθέντα ἐτάφησαν. τὴν δὲ φυλὴν τοῦ Λευὶ τῶν ἄλλων διακρίνας ἥγνισε, καὶ παρέδωκεν αὐτοῖς τὴν σκηνὴν καὶ τὰ σκεύη τὰ ἱερά, ἵνα ὡς ὑφηγοῦνται οἱ ἱερεῖς, ὑπηρετῶσιν αὐτοί. μετὰ ταῦτα ἀριθμῆσαι διέγνωκε τὸν λαόν, καὶ εὑρέθησαν τῶν ὅπλα φέρειν δυναμένων μυριάδες ἑξήκοντα καὶ τρισχίλιοι πρὸς ἑξακοσίοις καὶ πεντήκοντα. οὗτοι δ᾿ ἦσαν οἱ τὸν εἰκοστὸν ὑπερβάντες ἐνιαυτὸν καὶ ἄχρι τοῦ πεντηκοστοῦ ἐφθακότες. ἀντὶ δὲ τῆς Λευιτικῆς φυλῆς τοῖς φυλάρχοις κατέλεξαν τοὺς παῖδας τοῦ Ἰωσήφ, τὸν Μανασσῆν καὶ τὸν Ἐφραΐμ, κατὰ τὴν δια- ταγὴν τοῦ προπάτορος Ἰακώβ. οἱ δέ γε Λευῖται δισμύριοι καὶ τρισχίλιοι ἀριθμηθέντες εὑρέθησαν πρὸς ὀκτακοσίοις καὶ ὀγδοήκοντα.