Ancient Greek · ~23 min
Book 1
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 1.29.1
Not analysed yet
ἦσαν δὲ τῷ Σαοὺλ υἱοὶ τρεῖς, Ἰωνάθαν καὶ Ἰσουὶ καὶ Μελχισουί, καὶ θυγατέρες δύο, Μερὸβ καὶ Μελχόλ· ἀρχιστράτηγον δὲ εἶχε τὸν Ἀβεννὴρ υἱὸν Νὴρ συγγενοῦς αὐτοῦ. Ἔφη δὲ Σαμουὴλ τῷ Σαοὺλ κελεύειν αὐτῷ τὸν θεὸν πατάξαι τὸν Ἀμαλήκ, καὶ κρατήσαντα μηδενὸς φείσασθαι, μὴ γυναικῶν, μὴ νηπίων, μὴ ὑποζυγίων, μὴ βοσκημάτων, ἐξαλεῖψαι δὲ τὸ ὄνομα αὐτοῦ ἐκ τῆς γῆς. καὶ ὁ Σαοὺλ τῷ Ἀμαλὴκ συμβαλὼν κατὰ κρά- τος νικᾷ καὶ κτείνει πάντας, χειροῦται δὲ καὶ τὸν βασιλέα τῆς χώρας Ἄγαγ ὠνομασμένον, καὶ οὐκ ἀπέκτεινεν, ἀγασθεὶς αὐτὸν διὰ κάλλος καὶ μέγεθος· καὶ τὰ τῶν βουκολίων καὶ ποιμνίων καὶ τῶν ἄλλων ἐξαίρετα περιεποιήσατο, ἀμνημονήσας τῆς θείας προστάξεως. χρηματισθεὶς δὲ Σαμουὴλ παρὰ τοῦ θεοῦ, εἰπόντος μεταμεμελῆσθαι ὅτι ἐβασίλευσε τὸν Σαούλ, συνήντησε τῷ βασιλεῖ. ὁ δ’ εὐχαριστεῖν ἔλεγε τῶ θεῷ δόντι κράτος αὐτῷ κατὰ τῶν πολεμίων, καὶ πάντα δὲ τὰ κεκελευσμένα ποιήσαι. καὶ ὁ προφήτης βοῆς εἶπεν ἀκούω ὑποζυγίων καὶ βοσκημάτων ἄλλων. πόθεν ταῦτα; Σαοὺλ δὲ τὸν λαὸν εἶπεν εἰς θυσίαν τετηρηκέναι αὐτὰ τῷ θεῷ, τοὺς δὲ Ἀμαληκίτας πάντας ἐξαφανισθῆναι ἄτερ τοῦ βασιλέως αὐτῶν. πρὸς ταῦτα ὁ Σαμουὴλ “ἐπεὶ τὰ κεκελευσμένα σοι” ἔφη πρὸς θεοῦ παραβέβηκας, ἔσθι’ ὅτι τὴν βασιλείαν ἀφαιρεθήσῃ, ὁ δὲ κατετίθετο ἁμαρτήσαι, καὶ ἱλαστήριον θῦσαι τὸν προφήτην ἱκέτευε. καὶ ὃς ὑπεχώρει, Σαοὺλ δὲ τῆς διπλοίδος ἐπιλαμβάνεται αὐτοῦ καὶ διαρρήσσει ταύτην βιαζόμενος αὐτὸν κατασχεῖν. καὶ ὁ προφήτης “οὕτως ἠ’ βασιλεία σου” ἔφη “διαρρηχθήσεται καὶ δοθήσεται ἀνδρὶ δικαίῳ καὶ ἀγαθῷ.’ δεομένου δ’ ἔτι τοῦ βασιλέως πείθεται, καὶ ἀχθῆναι τὸν Ἄγαγ αἰτεῖ, καὶ κτανθέντος ἐκείνου κελεύσει αὐτοῦ αὐτίκα εἰς Ἀρμαθαῒμ ὑποχωρεῖ. Καὶ αὐτῷ ἐντέλλεται ὁ θεὸς πρὸς Ἰεσσαὶ ἀπελθεῖν καὶ χρῖσαι τῷ ἐλαίῳ εἰς βασιλέα ἔνα τῶν ἐκεί- νου υἱῶν, ὃν ἂν δείξῃ αὐτῷ. καὶ ἀπελθὼν εἰς Βηθλεὲμ καὶ θύσας κέκληκε τὸν Ἰεσσαὶ καὶ τοὺς υἱοὺς αὐτοῦ. καὶ ἰδὼν τὸν πρωτότοκον μέγαν τε καὶ καλὸν ᾠήθη ἐπ’ αὐτῷ τὸν θεὸν εὐδοκεῖν. ὁ δὲ θεός μὴ ἐπιβλέψῃς” εἶπεν “ἐπὶ τὴν ὄψιν αὐτοῦ, μηδ’ εἰς τὸ τοῦ σώματος μέγεθος· ἄνθρωπος μὲν γὰρ εἰς πρόσωπον ὄψεται, ὁ δὲ θεὸς εἰς καρδίαν.” παρελθόντων δὲ καὶ τῶν ἄλλων παίδων τοῦ Ἰεσσαί, ἐπ᾿ οὐδενὶ εὐδόκησεν ὁ θεός. καὶ εἶπε Σαμουήλ “οὐκ ἐξελέξατο κύριος ἐν τούτοις, καὶ εἰ ἔστιν ἔτι λοιπός, παρελθέτω.” καὶ Ἰεσσαί “μικρὸς ἔτι περιλέλειπται” ἔφη “ποιμαίνων.” κληθῆναι οὖν αὐτὸν ὁ προφήτης ἐκέλευσεν. ὡς δ᾿ ἧκε κληθεὶς ὁ Δαβίδ, παῖς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν καὶ τἄλλα καλός, τοῦτον εἶναι τὸν χρισθησόμενον δηλοῖ τῷ Σαμουὴλ ὁ θεός. καὶ λαβὼν ἐκεῖνος τὸ κέρας τοῦ ἐλαίου ἔχρισεν αὐτὸν ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ. καὶ ἀπῆλθεν εἰς Ἀρμαθαΐμ. πνεῦμα δὲ θεῖον ἐφήλατο ἐπὶ Δαβίδ, ἐκ δὲ Σαοὺλ ἀπέστη, καὶ πνεῦμα πονηρὸν μετῄει αὐτὸν συμπνῖγον καὶ κακοῦν τὸν ἄνδρα. ἔδοξεν οὖν παρίστασθαί τινα τῷ βασιλεῖ εἰδότα ψάλλειν μετὰ κινύρας, ἵν᾿ ὅτε προσπέσοι αὐτῷ τὸ δαιμόνιον ἐκταράττον, ψάλλῃ ἐν τῇ κινύρᾳ καὶ κατευνάζῃ τὸν τάραχον. μεταπέμπεται τοίνυν ὡς τοιοῦτον τὸν Δαβίδ· καὶ ἠγαπήθη ὁ νεανίας σφόδρα παρὰ τοῦ βασιλέως, καὶ εἰς ὁπλοφόρον αὐτῷ ἐχρημάτισε. καὶ ἐν τῷ ἐπιέναι τῷ βασιλεῖ τὸ πνεῦμα τὸ πονηρὸν κατεπῇδεν αὐτοῦ, καὶ ἀφίστατο, καὶ εἰς ἑαυτὸν ὁ Σαοὺλ ἐπανήρχετο. Οἱ δ᾿ ἀλλόφυλοι κατὰ τῶν Ἰσραηλιτῶν ἐπεστράτευσαν, ἀντικατέστησαν δὲ αὐτοῖς καὶ οἱ ἐξ Ἰσραήλ. καὶ ἐν μεταιχμίῳ τῶν στρατευμάτων ἀμφοῖν ἀνήρ τις τῶν ἀλλοφύλων στάς, Γολιὰθ ἐκείνῳ τὸ ὄνομα, ἀνὴρ δυνατὸς καὶ πάντων ὑπερανεστηκώς, πήχεων γὰρ ἕξ καὶ σπιθαμῆς τὸ ὕψος αὐτῷ, καὶ ὁ θώραξ αὐτοῦ πεντακισχιλίων σίκλων εἷλκε σταθμόν, καὶ τὸ δόρυ αὐτοῦ ὡς ἀντίον ὑφαινόντων, καὶ ἡ λόγχη τοῦ δόρατος σίκλων ἑξακοσίων, οὗτος ἐν μέσῳ στὰς ἀνε- βόησε πρὸς τοὺς υἱοὺς Ἰσραήλ “καταβήτω τις ἐξ ὑμῶν καὶ ἀντικαταστήτω μοι· καὶ ἐὰν πατάξῃ με, δουλεύσομεν ὑμῖν, ἐὰν δὲ ἐγὼ καταβαλῶ αὐτόν, ἔσεσθε ἡμῖν εἰς δούλους.” καὶ τοῦτο ἐποίει ἐπὶ τεσσαράκοντα ἡμέρας. τοῦ δὲ Σαοὺλ τόν Δαβὶδ πρὸς Ἰεσσαὶ ἀναπέμψαντος, ὁ πατὴρ αὐτὸν εἰς τὸ στρατόπεδον ἔσταλκε τοῖς στρατευομένοις τῶν ἀδελφῶν κομιοῦντα τὰ ἐπιτήδεια· τρεῖς γὰρ ἦσάν οἱ πρεσβύτεροι τῷ Σαοὺλ συνεπόμενοι. ἐλθόντος δὲ τοῦ Δαβὶδ πρὸς τοὺς ἀδελφούς, ὁ ἀλλόφυλος Γολιὰθ πάλιν, ὡς ἔθος αὐτῷ, εἰς μονομαχίαν προὐκαλεῖτο καὶ τοὺς Ἑβραίους ὠνείδιζεν ὅτι μηδεὶς αὐτῷ συμμίξαι θαρρεῖ. ἀκούσας δὲ τῶν λόγων τούτων ὁ Δαβὶδ ἠγανάκτησε καὶ εἶπε πρὸς τοὺς παρόντας “ἐγὼ μονομαχήσω αὐτῷ.” ἀνηγγέλη τοῦτο τῷ βασιλεῖ, ὁ δὲ παραστάντι αὐτῷ τῷ Δαβίδ “οὐ δυνήσῃ” ἔφη “διὰ μάχης χωρῆσαι πρὸς τοῦτον τὸν ἀπερίτμητον παῖς γὰρ σὺ ἔτι.” καὶ ὁ Δαβὶδ θαρρεῖν ἔλεγεν ἐπὶ τῷ θεῷ, ὃς αὐτὸν κατὰ τῆς ἄρκτου ἐνίσχυσε καὶ κατὰ τοῦ λέοντος, ἐπερχομένων τῇ ποίμνῃ καὶ θρέμματα ἁρπαζόντων, οὓς διῶξαι εἶπε καὶ τὰ μὲν ἡρπαγμένα ἐπανασώσασθαι, πατάξαι δὲ τοὺς θῆρας καὶ ἀνελεῖν. ἐπὶ τούτῳ ἔφη θαρρεῖν ὡς καὶ τὸν ἀλλόφυλον πατάξαι δώσει αὐτῷ καὶ ἐξελεῖν ὄνειδος ἐξ υἱῶν Ἰσραήλ. ὁ μὲν οὖν εἶπε ταῦτα, ὁ δὲ βασιλεὺς ἐπέτρεψέν οἱ πορεύεσθαι, καὶ περιέθετο τὰ οἰκεῖα ὅπλα αὐτῷ. καὶ ἦσαν ἄχθος αὐτῷ, καὶ ἀπεδύσατο ταῦτα, ἄρας δὲ τὴν βακτηρίαν καὶ πέντε λίθους ἐν τῷ καδίῳ ἐνθέμενος καὶ τὴν σφενδόνην φέρων ἐν τῇ χειρί, πρὸς τὸν ἀλλόφυλον ὥρμησεν. ὁ δὲ κατεγέλα αὐτοῦ καὶ ἐπυνθάνετο εἰ πρὸς κύνα τῇ βακτηρίᾳ καὶ τοῖς λίθοις πορεύεται. καὶ ὁ Δαβὶδ καὶ χείρω κυνὸς ἡγεῖσθαι αὐτὸν ἀπεκρί- νατο. ἐκεῖνος δὲ ὀργισθείς, καὶ μεγαλαυχήσας δώσειν τὰς σάρκας αὐτοῦ τοῖς πετεινοῖς τε καὶ τοῖς θηρσίν, ὥρμησεν ἐπ’ αὐτόν. ταχύνας δὲ ὁ Δαβὶδ καὶ λίθον τῇ σφενδόνῃ ἐνθέμενος ἐπὶ μέτωπον ἐπάταξε τὸν πολέμιον. καὶ ἦν ἡ πληγὴ κραταιά, καὶ ἔπεσεν ἐπὶ πρόσωπον ὁ ἀλλόφυλος. δραμὼν δὲ Δαβὶδ καὶ τὴν ἐκείνου ῥομφαίαν σπασάμενος ἀποτέμνει τὴν κεφαλὴν Γολιὰθ καὶ σκυλεύει τὰ ὅπλα αὐτοῦ. τοῦτο τοῖς ἀλλοφύλοις δειλίαν ἐνέβαλε, καὶ ἔκλιναν εἰς φυγήν. Σαοὺλ δὲ τὸ οἰκεῖον αὐτοῖς ἐπάγει στράτευμα φεύγουσι· καὶ κτείνεται τῶν Παλαιστηνῶν πλῆθος πολὺ καὶ πλείονες τραυματίζονται καὶ τὸ στρατόπεδον αὐτῶν διαρπάζεται. τὴν κεφαλὴν δὲ Γολιὰθ προσάγει Δαβὶδ τό Σαούλ, τὴν δὲ ῥομφαίαν τῷ θεῷ ἀνατίθησιν.