Ancient Greek
Book 1
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 1.30.1
Not analysed yet
Ἐπανιούσης δὲ τῆς στρατιάς αἱ γυναῖκες συνήντων αὐτοῖς καὶ χορεύουσαι χιλιάδας ὀλέσαι τὸν Σαοὺλ ᾖδον, αἱ δὲ παρθένοι μυριάδας τὸν Δαβὶδ ἀφανίσαι ἀντῇδον. τοῦτο πρὸς φθόνον ἠρέθισε τὸν Σαούλ, φήσαντα “καὶ τί αὐτῷ ὑστερεῖ πλὴν ἡ βασιλεία; καὶ ὑπεβλέπετο τὸν Δαβίδ. ἐπιπεσόντος δὲ τῷ Σαοὺλ πνεύματος πονηροῦ, καὶ τοῦ Δαβὶδ κατεπᾴδοντος ὡς ἔθος αὐτῷ, τὸ δόρυ ἔβαλε κατ’ αὐτοῦ ὁ Σαούλ· καὶ δὶς τοῦτο ἐποίησε. καὶ ὁ Δαβὶδ ἐξέκλινε· κύριος γὰρ ἦν μετ’ αὐτοῦ. δεδιὼς δὲ αὐτὸν ὁ βασιλεὺς χιλίαρχον ἐποιήσατο, ἕν εἰς τοὺς πολεμίους ἀπιὼν κινδυνεύσῃ. ὁ δὲ τῷ θεῷ συμμαχούμενος εὐωδοῦτο, καὶ ὁ λαὸς ἠγάπα αὐτόν, καὶ ἡ τοῦ βασιλέως θυγάτηρ Μελχὸλ ἤρα Δαβίδ. προσηγγέλθη οὖν ὁ ἔρως τῷ βασιλεῖ, καὶ ὃς εἰς λαβὴν ἐπιβουλῆς ἐχρᾶτο τῷ ἔρωτι. ἔφη γὰρ δώσειν αὐτῷ τὸ θυγάτριον, εἰ ἑκατὸν ἀκροβυστίας ἐνέγκοι αὐτῷ, οἰηθεὶς πεσεῖσθαι αὐτὸν τοῖς ἀλλοφύλοις μαχόμενον. τοῦτο μαθὼν ὁ Δαβὶδ ἐπορεύθη μετὰ τῶν ὑπ’ αὐτόν, καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις καὶ ἤνεγκεν ἀκροβυστίας τῷ Σαοὺλ ἑκατόν. ὁ δὲ Ἰώσηπος οὐχ ἑκατὸν ἀκροβυστίας κομίσαι τὸν Δαβίδ, ἀλλὰ ἑξακοσίας κεφαλὰς ἀλλοφύλων. καὶ ζεύγνυσιν αὐτῷ τὴν ἑαυτοῦ θυγατέρα Μελχόλ. ὁρῶν δὲ τὸν Δαβὶδ καὶ τῷ θεῷ συμμαχούμενον καὶ τῷ πλήθει φιλούμενον, ἔτι μᾶλλον ἐδεδίει, καὶ ἐπεβού- λευεν αὐτῷ, καὶ κτανεῖν ἐπεχείρει. τῷ οὑν υἱῷ Ἰωνάθαν καὶ τοῖς πιστοτάτοις τῶν οἰκετῶν τὴν ἀναίρεσιν αὐτοῦ ἐπιτάττει. Ἰωνάθαν δὲ φιλῶν τὸν Δαβὶδ δηλοῖ αὐτῷ τὸ ἐπίταγμα, καὶ φυλάττεσθαι παραινεῖ, καὶ ἐπαγγέλλεται διαλεχθήσεσθαι περὶ αὐτοῦ τῷ πατρὶ καὶ τὸ πᾶν ἐκφῆναι αὐτῷ. καὶ μέντοι καὶ διειλέχθη καὶ μετήνεγκε πρὸς πρᾳότητα· μεταβαλὼν γὰρ μηδὲν ἀδικήσειν ὤμοσε τὸν Δαβὶδ ὁ Σαούλ. Ἰωνάθαν δὲ ταῦτα δεδηλωκὼς τῷ Δαβίδ, εἰσάγει πρὸς τὸν βασιλέα αὐτόν, καὶ ἢν ὡς πρῴην αὐτῷ παραμένων. τῶν δὲ Παλαιστηνῶν κινηθέντων καὶ πάλιν καὶ τοῖς Ἑβραίοις ἐπιόντων, ἀντιταξόμενος αὐτοῖς παρὰ Σαοὺλ ὁ Δαβὶδ ἀποστέλλεται, καὶ μετὰ νίκης ἐπάνεισι. τοῖς δ’ εὐτυχήμασι τοῦ ἀνδρὸς καὶ ὁ κατ’ αὐτοῦ φθόνος συνηύξετο τῷ Σαούλ. καὶ τοῦ πονηροῦ πνεύματος αὖθις ἐπελθόντος αὐτῷ καὶ συμπνίγοντος παρῆν ὁ Δαβὶδ τὴν κινύραν κρούων καὶ κατεπᾴδων αὐτοῦ. ὁ Σαοὺλ δὲ τὸ δόρυ κατέχων ἠκόντισεν αὐτὸ κατὰ τοῦ Δαβίδ· ὁ δὲ προγνοὺς ἐξέκλινέ τε καὶ ἀνεχώρησεν. ἀπέστειλε δὲ Σαοὺλ νυκτὸς φύλακας εἰς τὸν οἶκον Δαβίδ, ἵνα μεθ’ ἡμέραν κτείνῃ αὐτόν. γνοῦσα δὲ τοῦτο Μελχὸλ ἡ γυνὴ αὐτοῦ, διὰ θυρίδος τὸν ἄνδρα κατήγαγε· καὶ ἀπέδρα. ἔωθεν δὲ τοῦ Σαοὺλ πέμψαντος ἐπὶ τὸν Δαβίδ, ἡ Μελχὸλ τὴν κλίνην ἑτοιμάσασα ὥς τινος ἐν αὐτῇ κειμένου, καὶ τοῖς ἐπιβλήμασιν ὑποθεῖσα ἧπαρ αἰγὸς νεοσφαγοῦς, ὡς ἄν τῇ τούτου κινήσει τὸ ἐπίβλημα σαλευόμενον δόκησιν παρέχῃ κεῖσθαι παρὰ τῇ κλίνῃ τινά, εἰσάγει τοὺς σταλέντας καὶ νοσεῖν τὸν ἄνδρα φησίν. οἱ δὲ ἀπήγγειλαν τῷ Σαούλ, καὶ ὃς ἐπὶ τῆς κλίνης αὐτὸν ἀχθῆναι διακελεύεται. ἀπελθόντες δὲ οἱ πεμφθέντες καὶ τῆς κλίνης ἀράμενοι τὸ ἐπίβλημα, τὸ τέχνασμα κατενόησαν καὶ τῷ βασιλεῖ κατηγγέλκασιν. οὕτω δὲ τὸν θάνατον ὁ Δαβὶδ ἐκρυγὼν τῷ Σαμουὴλ εἰς Ἀρμαθαῒμ προσελήλυθε καὶ σὺν ἐκείνῳ διῆγεν ἐν Ναβιὼθ εἰς Ῥαμά. πέμπει τοίνυν κἀκεῖ ὁ Σαοὺλ τοὺς ἄξοντας τὸν Δαβίδ. οἱ δ’ ἀπελθόντες καὶ προφητῶν ἐκκλησίαν εὑρόντες καὶ αὐτοὶ προεφήτευον. τοῦτο μαθὼν ὁ βασιλεὺς καὶ ἑτέρους πέμπει, κἀκείνων σχόντων ὁμοίως ἄλλους ἀπέστειλε, καὶ τῶν τρίτων δὲ κατόχων γεγονότων τῷ πνεύματι αὐτὸς ἐξώρμησεν ὑπ’ ὀργῆς, καὶ πλησιάσας προφητεύειν ἤρξατο καὶ αὐτός. ὅτε καὶ τὸ ᾀδόμενον οἶ ἐκεῖ παρόντες ἐφθέγξαντο τό “εἶ καὶ Σαοὺλ ἐν προφήταις; ἐλθὼν δὲ ὅπου ἢν Σαμουήλ, ἔκφρων ὥσπερ γενόμενος καὶ τὴν ἐσθῆτα περιδυσάμενος γυμοὸς ἔκειτο δι’ ὅλης ἡμέρας τε καὶ νυκτός.