Ancient Greek · ~11 min
Book 1
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 1.3.1
Not analysed yet
Γίνονται τοίνυν παῖδες αὐτοῖς, ὧν Κάϊν μὲν ὁ πρῶτος ἦν, κτῆσιν σημαίνει τό ὄνομα, ὅτι ἐκτήσαντο ἄνθρωπον, Ἄβελ δ’ ὁ δεύτερος· δηλοῖ δὲ πένθος ἡ κλῆσις· ἔσεσθαι γὰρ αὐτοῖς πένθος ἔμελλε δι’ αὐτόν. καὶ ὁ μὲν Ἄβελ νομεὺς ἦν ποιμνίου καὶ ἀρετῆς ἐπεμέλετο, ὁ δὲ Κάϊν ἐγεώργει τὴν γῆν πονηρότατος ὤν. δόξαν δὲ αὐτοῖς ἀπαρχὰς ἐκ τῶν ἰδίων πόνων προσαγαγεῖν τῷ θεῷ, ὁ μὲν Ἄβελ τὰ κρείττω τῶν πρωτοτόκων τῶν θρεμμάτων προσήνεγκε, Κάϊν δὲ τὰ τυχόντα προσηγηόχει τῶν τῆς γῆς καρπῶν. καὶ προσέσχεν ὁ θεὸς τοῖς τοῦ Ἄβελ δώροις, τῇ δὲ τού ΚάΪν οὐ προσέσχε πρόσ’ ἀγωγῇ. ὁ δὲ φθονήσας ἐπὶ τῇ προτιμήσει κτείνει τὸν ἀδελφόν, καὶ ἐπάρατος γίνεται τῷ θεῷ, καὶ στένειν καὶ τρέμειν καταδεδίκασται. ἐκβληθεὶς δὲ ἀπὸ προσώπου τοῦ θεοῦ ἐν γῆ̣ Ναίδ’ ᾤκησεν, ἔνθα καὶ παῖδας ἐγείνατο. οὗτος μέτρα τε καὶ στάθμια ἐπενόησε καὶ πρῶτος ὅρους ἐπήξατο γῆς, πονηρίας καθηγητὴς χρηματίσας. καὶ πόλιν εἰς ὄνομα τοῦ πρωτοτόκου υἱοῦ αὐτοῦ Ἐνὼς ᾠκοδόμησεν. υἱὸς δὲ τοῦ Ἐνώς Γαϊδάδ, παῖς δὲ τούτου Μαουιαήλ, τοῦ δὲ Μαθουσάλα, οὗ Λάμεχ υἱός. οὗτος δύο γυναῖκας ἑαυτῷ συνοικίσας, αἷ Ἄδα καὶ Σελᾶ ὠνομάζοντο, παῖδας ἐξ ἀμφοῖν ἔσχεν ἑβδομήκοντα καὶ ἑπτά· ὧν Ἰωαβὲλ μὲν κτηνοτρόφος ἦν καὶ προβατείαν ἠγάπησεν, Ἰουβὰλ δὲ μουσικὴν ἐπενόησε καὶ κιθάραν ἐμηχανήσατο καὶ ψαλτήριον, Θόβελ δὲ γεγονὼς ἐκ Σελᾶς σιδηρεὺς ἦν ἤτοι ἐργάτης σιδήρου τε καὶ χαλκοῦ. Τῷ δὲ Ἀδὰμ μετὰ θάνατον Ἄβελ διακοσίων τριάκοντα γεγονότι ἐτῶν ἕτερος ἐγεννήθη υἱός, ὃν ἐκάλεσε Σήθ. τέθνηκε δὲ ὁ Ἀδὰμ ἔτη ζήσας ἐνακόσια καὶ τριάκοντα. Σὴθ δὲ γενόμενος ἐτῶν πέντε καὶ διακοσίων ἐγέννησε τὸν Ἐνώς, ὃς πρῶτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ, τοῦτ’ ἔστι θεὸν προσαγορεῦσαι τὸν κύριον. δώδεκα δὲ καὶ ἐνακόσια ζήσας ἔτη τὰ πάντα Σήθ, καὶ υἱοὺς καὶ θυγα- Β τέρας λιπών, ἐξέλιπεν. ὃς ἀρετὴν μετῄει καὶ μιμητὰς τοὺς ἀπογόνους κατέλειψεν· οἳ σοφίαν τὴν περὶ τὰ οὐράνια κατενόησαν, καὶ στήλαις δυσί, τῇ μὲν ἐκ λίθων, τῇ δ’ ἐκ πλίνθου πεποιημέναις, τὰ εὑρημένα ἐνέγραψαν, ἵνα καὶ τοῖς μετέπειτα σώζωνται· ἔσεσθαι γὰρ ἀφανισμὸν τοῦ παντὸς προειρήκει Ἀδὰμ ἐκ πυρός τε καὶ ὕδατος. ἐξ Ἐνώς δὲ ἐτέχθη Καϊνᾶν ἄλλοι τε υἱοὶ καὶ θυγατέρες, καὶ ἀπέθανεν ἴτη ζήσας πέντε καὶ ἐνακόσια. ἐκ δὲ Καϊνᾶν ἐξέφυ Μαλελεὴλ καὶ ἕτεροι παῖδες, καὶ τέθνηκε ζήσας ἀριθμὸν ἐτῶν ἐνακοσίων καὶ δέκα. παῖς δὲ Μαλελεὴλ ὁ Ἰάρεδ, καὶ ἕτεροι, ὃς κατέλυσε τὴν ζωὴν ἐπ’ ἔτεσιν ὀκτακοσίοις καὶ πέντε πρὸς ἐνενήκοντα. Ἰάρεδ δὲ πατὴρ τοῦ Ἐνὼχ καὶ παίδων ἐπὶ τούτῳ ἑτέρων, καὶ τέθνηκε βιώσας ἐνιαυτοὺς ἐνακοσίους καὶ ἑξήκοντα πρὸς δυσίν. υἱὸς δὲ τοῦ Ἐνὼχ Μαθουσάλα καὶ ἕτεροι. εὐηρέστησε δὲ τό κυρίῳ Ἐνὼχ καὶ μετετέθη καὶ οὐχ εὑρίσκετο, ἐτῶν γεγονὼς τριακοσίων ἐξήκοντα πέντε. παῖς δὲ τοῦ Μαθουσάλα Λάμεχ καὶ ἕτεροι, καὶ θνήσκει ζήσας ἔτη ἐνακόσια ἐξήκοντα καὶ ἐννέα. Νῶε δ’ ἐτέχθη τῷ Λάμεχ, καὶ τέθνηκε Λάμεχ ἑπτακόσια ζήσας ἔτη καὶ πεντήκοντα πρὸς