Ancient Greek · ~14 min
Book 1
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 1.4.1
Not analysed yet
τρισί. τῷ δὲ Νῶε τρεῖς ἐγένοντο παῖδες, Σῆμ’, χἄμ’, Ἰάφεθ. Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ἔλαβον ἑαυτοῖς γυναῖκας. υἱοὺς δὲ τοῦ θεοῦ φησιν ἡ γραφὴ τοὺς ἀπογόνους τοῦ Σὴθ ὡς ἀρετὴν μετιόντας, καθὸ καὶ υἱοὺς ὑψίστου τοὺς ἐναρέτους καλεῖ· θυγατέρας δὲ τῶν ἀνθρώπων φησὶ τὰς ἐκ τῶν τοῦ Κάϊν ἀπογόνων καταγομένας. ὁ δὲ Ἰώσηπος ἀγγέλους λέγει τὰς θυγατέρας τῶν ἀνθρώπων λαβεῖν, οὕτω καλέσας, οἶμαι, αὐτοὺς ὡς εὐαρεστοῦντας θεῷ καὶ τὴν ἐκείνων πολιτείαν ἐπιτηδεύοντας. πληθυνθέντες δ’ οἶ ἄνθρωποι πρὸς κακίαν ἀπέκλιναν· οἶς καὶ παῖδες ἐγένοντο ὑβρισταὶ καὶ ἀτάσθαλοι διὰ τὴν ἐν τῇ δυνάμει πεποίθησιν. οἶς τὸ θεῖον προσώχθισε καὶ τὸ μακρόβιον ὑπετέμετο, ἑκατὸν καὶ εἴκοσιν ἔτεσι τὴν τῶν ἀνθρώπων περιγράψας ζωήν. Νῶε δὲ εὗρε χάριν ἐναντίον τοῦ θεοῦ. διὸ καὶ εἰς θάλασσαν τῆς ἠπείρου μεταβληθείσης δι’ ἐπομβρίας πολυημέρου τε καὶ σφοδρᾶς, πᾶν μὲν τὸ ἀν- θρώπινον φθείρεται γένος, Νῶε δὲ μόνος σώζεται προμηθείᾳ θεοῦ ξυλίνῃ λάρνακι, ἣν τετράγωνον κατεσκευασε, μῆκος μὲν ἔχουσαν πήχεων τριακοσίων, τὸ δὲ πλάτος πεντήκοντα, καὶ τὸ βάθος τριάκοντα. ἐν ᾗ αὐτός τε καὶ οἱ παῖδες ἐμβέβηκεν καὶ ἡ μήτηρ καὶ αἱ γυναῖκες αὐτῶν, σπέρματά τε παντοῖα ἐνθέμενος καὶ ζῷα ἐκ γένους παντὸς πρὸς διατήρησιν τῶν γενῶν αὐτῶν, ἀνὰ δύο μὲν τὰ μὴ καθαρά, ἑπτὰ δ᾿ ἐξ ἑκάστου γένους τῶν καθαρῶν. δέκατος δ᾿ ἦν ὁ Νῶε ἐκ τοῦ Ἀδὰμ ἀριθμούμενος, καὶ μετὰ χιλίους ἑξακοσίους πεντήκοντα καὶ ἓξ ἐνιαυτοὺς ὁ κατακλυσμὸς τῇ γῇ ἐπενήνεκτο ἐφ’ ἡμέρας τεσσαράκοντα λάβρου καταχεομένου τῆς γῆς ὑετοῦ, ὡς ὑπερβῆναι τὸ ὕδωρ ἐπὶ πεντεκαίδεκα πήχεις τὰ τῶν ὀρῶν ὑψηλότεραι λήξαντος δέ γε τοῦ ὑετοῦ καὶ τοῦ ὕδατος ἐλαττονουμένου μεθ’ ἡμέρας ἑκατὸν καὶ πεντήκοντα, ἡ λάρναξ ὄρει τινὶ τῆς Ἀρμενίας προσώκειλε κατὰ μῆνα τὸν ἕβδομον. ὅτε καὶ ἀνοίξας ὁ Νῶε μεθίησι κόρακα· ὁ δὲ οὐκ ἐπανῆλθε. καὶ ἡμέρας ἀφῆκε περιστεράν, ἣ πάλιν ὑπέστρεψεν. ἑπτὰ δὲ διελθουσῶν ἡμερῶν αὖθις ἀφῆκεν αὐτήν, ἡ δὲ κάρφος ἐλαίας φέρουσα ὑπενόστησε. κἀντεῦθεν ἔγνω ἐκλελοιπέναι τὸ ὕδωρ ἀπὸ τῆς γῆς. καὶ ἐξῆλθε Νῶε καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ σὺν ταῖς αὐτῶν γυναιξὶ καὶ τὰ ζόα ὅσα ἦν μετ’ αὐτῶν ἐν τῇ κιβωτῷ, καὶ ἔθυσε τῷ θεῷ. Ἀποβατήριον δὲ καλεῖσθαι τὸν τόπον τῆς Ἀρμενίας φησὶν ὁ Ἰώσηπος, καὶ λείψανα δείκνυσθαι τῆς λάρνακος ἐκεῖ. μεμνῆσθαι δὲ τοῦ κατακλυσμοῦ καὶ τῆς κιβωτοῦ λέγει πολλοὺς τῶν τὰς βαρβαρικὰς ἱστορίας συγγραψαμένων, τὸν Χαλδαῖόν τε Βηρωσὸν καὶ Ἱερώνυμον τὸν Αἰγύπτιον, ὃς τὴν ἀρχαιολογίαν τὴν Φοινικικὴν συνεγράψατο, καὶ τὸν ἐκ Δαμάσκου Μνασέαν. ὁ δὲ θεὸς μηκέτι ἐπαγαγεῖν τοιοῦτον πάθος τῇ γῇ ἐπηγγείλατο. ἐνετείλατο δὲ πρὸς βρῶσιν κεχρῆσθαι τοῖς ζῴοις, πλὴν κρέας ἐν αἵματι ψυχῆς μὴ ἐσθίειν, καὶ φόνου ἀνθρώπων ἀπέχεσθαι. σημεῖον δὲ τοῦ μηκέτι κατακλύσαι τὴν γῆν ἐν ὄμβρῳ τὸ τόξον ἔθετο τὸ ἐν τῇ νεφέλῃ, τὴν ἶριν διὰ τοῦ τόξου δηλῶν. Νῶε δὲ μετὰ τὸν κατακλυσμὸν βιώσας ἔτη τριακόσια καὶ πεντήκοντα θνήσκει ἐνιαυτῶν γεγονὼς ἐνακοσίων πεντή- κουτα. Εἴρηται δὲ περὶ τῆς πολυετίας τῶν τότε ἀνθρώπων ἐκείνων ταῦτα τῷ Ἰωσήπῳ. μηδεὶς οὖν πρὸς τὸν νῦν βίον καὶ τὴν βραχύτητα τῶν ἐτῶν ψευδῆ νομιζέτω τὰ περὶ τῶν παλαιῶν ἱστορούμενα. οἱ μὲν γὰρ θεοφιλεῖς ὄντες καὶ ὑπ’ αὐτοῦ τοῦ θεοῦ γενόμενοι καὶ διὰ τὸ τὰς τροφὰς ἐπιτηδειοτέρας πρὸς πλείονα χρόνον εἶναι εἰκότως ἔζων πλῆθος ἐτῶν τοσούτων, ἔπειτα καὶ διὰ τὴν εὐχρηστίαν ὧν ἐπενόουν, ἀστρονομίας τε καὶ γεωμετρίας, ἅπερ οὐκ ἦν αὐτοὺς ἀσφαλῶς κατανοῆσαί τε καὶ εἰπεῖν, μὴ ζήσαντας ἑξακοσίους ἐνιαυτούς· διὰ τοσούτων γὰρ πληροῦται ὁ μέγας ἐνιαυτός.”