Ancient Greek
Book 1
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 1.31.1
Not analysed yet
Ο δὲ Δαβὶδ ἐκεῖθεν ἀπέδρα καὶ τῷ Ἰωνάθαν τὴν κατ’ αὐτοῦ τοῦ πατρὸς μεμήνυκεν ἐπιχείρησιν ὁ δὲ ἠπίστει. ἠξίου δὲ ὁ Δαβὶδ αὐτὸν ἀπόπειραν ποιήσασθαι τῆς γνώμης τῆς πατρικῆς καὶ ταύτην δηλῶσαι αὐτῷ ἔξω προσμενοῦντι τῆς πόλεως. προσαγα- ’γὼν οὖν λόγους ὁ Ἰωνάθαν τῷ πατρὶ περὶ τοῦ Δαβίδ, καὶ τὴν πατρικὴν προαίρεσιν ἐγνωκὼς διψῶσαν τὸν θάνατον τοῦ ἀνδρός, ἀπαγγέλλει πάντα αὐτῷ λάθρᾳ δι’ ἑαυτοῦ, καὶ σώζειν προτρέπεται ἑαυτόν. καὶ ὥρκισε τὸν Δαβὶδ μεμνῆσθαι αὐτοῦ, κἂν τύχῃ θανών, ἐνδείξασθαί τι χρηστὸν εἰς τοὺς ἐξ αὐτοῦ. ταῦτ’ εἰπὼν Ἰωνάθαν ὑπέστρεψε, Δαβὶδ δὲ φεύγων εἰς Ναβὰ παραγίνεται πρὸς Ἀβιμέλεχ τὸν ἀρχιερέα. ὁ δὲ πῶς μόνος ἥκει διεπυνθάνετο. κἀκεῖνος ἐντετάλθαι τι αὐτῷ παρὰ τοῦ βασιλέως εἶπεν ἀπόρρητον, “καὶ ἵνα μή τις γνῷ περὶ τούτου, μεμόνωμαι· ἐνταῦθα δέ μοι συνελθεῖν τοῖς παιδαρίοις ἐπέταξε. ταῦτα εἰπὼν ἄρτους ᾔτησε. καὶ ὁ ἀρχιερεὺς μὴ ἔχειν εἶπεν ἄλλους ἣ τοὺς ἁγίους, καί “εἰ ἀπὸ γυναικὸς ἐφυλάξασθε, λάβετε τούτους καὶ φάγετε.” ὁ δὲ καὶ ῥομφαίαν αὐτῷ δοθῆναι ἐζήτησε. μὴ ἔχειν μέντοι ὁ ἀρχιερεὺς ὅπλον ἕτερον ἀπεκρίνατο ἑέ μὴ τὴν ῥομφαίαν τοῦ Γολιάθ, ἣν αὐτὸς ἀνέθετο τῷ θεῷ. καὶ ταῦτα λαβὼν ὁ Δαβὶδ εἰς Γὲθ ἀπελήλυθε πρὸς βασιλέα τῶν ἀλλοφύλων Ἀγχούς. καὶ γνωσθεὶς ὅστις εἴη καὶ φοβηθείς, μανίαν ὑπεκρίθη καὶ ὡς ἔκφρων ἐπορεύετό τε καὶ ἔπραττεν. οὕτω δ’ ἐκ τῶν ἀλλοφύλων διασωθεὶς εἰς τὴν Ἰούδα φυλὴν παραγίνεται, καὶ κρύπτεται εἰς τὸ σπήλαιον Ὀδολάμ. ἔνθα οἶ ἀδελφοὶ αὐτοῦ καὶ οἱ συγγενεῖς προσῆλθον αὐτῷ· εἶτα καὶ ἄλλοι ἐκεῖ συνερρύησαν, ὡς γενέσθαι πάντας περὶ τετρακοσίους. ἄπεισι δ’ ἐκεῖθεν εἰς Μωαβίτας, καὶ παρακαλεῖ τὸν βασιλέα Μωὰβ παροικῆσαι παρ’ αὐτῷ τοὺς γονεῖς αὐτοῦ ἕως ἂν εἴς τι τέλος ἥξει τὰ κατ’ αὐτόν. ὁ δὲ πείθεται καὶ προσδέχεται τὸν Ἰεσσαὶ καὶ τὸν οἶκον αὐτοῦ. καὶ ὁ Δαβὶδ εἰς τὴν γῆν ἐπορεύθη Ἰούδα, τοῦτο Γὰδ τοῦ προφήτου κελεύσαντος. ὁ Σαοὺλ δὲ μαθὼν ὅτι πλῆθος ἤθροισται πρὸς Δαβίδ, συγκαλεσάμενος τοὺς φίλους ὠνείδιζεν αὐτοὺς ὡς ἐκείνῳ προστιθεμένους. δοῦλος δέ τις Σαοὺλ Σύρος τὸ γένος, Δωὴκ ὄνομα, παρατυχὼν ὅτε τοὺς ἄρτους ὁ ἀρχιερεὺς ἔδωκε τῷ Δαβὶδ καὶ τὴν ῥομφαίαν τοῦ Γολιάθ, παρεστηκὼς τότε αὐτῷ, ἀπήγγειλε τῷ βασιλεῖ ὡς εἶδε τὸν Δαβὶδ παραγενόμενον πρὸς τὸν ἀρχιερέα καὶ ἐρωτῶντα δι᾿ αὐτοῦ τὸν θεὸν καὶ ἐπισι- τισμὸν λαβόντα καὶ τὴν ῥομφαίαν. μεταπεμψάμενος δὲ τὸν ἀρχιερέα ὁ βασιλεὺς ἐπενεκάλει αὐτῷ συνωμοσίαν μετὰ Δαβίδ. καὶ προσέταξε τοῖς παρεστηκόσιν αὐτῷ ὁπλἱταις κτεῖναι τὸν ἀρχιερέα καὶ πᾶσαν τὴν γενεὰν αὐτοῦ· εὐλαβηθέντων δ᾿ ἐκείνων ἐπενεγκεῖν χεῖρα τοῖς τῷ θεῷ ἱερωμένοις, τῷ Δωὴκ ἐπιτάσσει τοὺς φόνους. καὶ ὃς ἀπέκτεινεν ἅπαντας τρια- κοσίους ὄντας καὶ πέντε, καὶ τὴν πόλιν αὐτῶν ἐπάταξεν, ἡβηδὸν ἅπαντας ἀνελών, οὐ γυναικῶν, οὐ νηπίων, οὐχ ἑτέρας ἡλικίας φεισάμενος. εἷς δὲ μόνος υἱὸς τοῦ ἀρχιερέως διέδρα τὸν θάνατον Ἀβιάθαρ καλούμενος, ὃς φυγὼν πρὸς Δαβὶδ ἀπήγγειλε τὰ γενόμενα. Τῶν δὲ ἀλλοφύλων ἐμβεβληκότων εἰς Εεϊλὰ καὶ τὴν χώραν ληιζομένων, ὁ Δαβὶδ κελεύσαντος τοῦ θεοῦ ἐπῆλθεν αὐτοῖς μετὰ τῶν τετρακοσίων, καὶ ἐπάταξεν αὐτοὺς καὶ τὴν λείαν ἅπασαν ἐπανήγαγεν. Σαοὺλ δὲ στέλλει πλῆθος στρατιωτῶν αὐτὸν ἐκεῖ ἀναιρήσοντας. ὁ δὲ ἀπῆλθεν ἐκ Κεϊλὰ εἰς τὴν ἔρημον. καὶ Σαοὺλ οὐκ ἐπαύετο ζητῶν θανατῶσαι αὐτόν. Ἰωνάθαν δὲ ἥκει παρὰ τὸν Δαβὶδ καὶ παρε- θάρρυνεν αὐτὸν καὶ παρεκάλει ἐλπίδας ἔχειν χρηστάς. ἐπεὶ δὲ Δαβὶδ ἐπὶ τὴν πέτραν κατέφυγε τὴν ἐν τῇ ἐρήμῳ Μαάν, καὶ ὁ Σαοὺλ ἐπῆλθε μετὰ πλή- θους πολλοῦ, ἐκινδύνευε ληφθῆναι Δαβίδ, εἰ μὴ ἄγγελος ἧκε τῷ Σαοὺλ ὡς ἀλλόφυλοι τῇ χώρᾳ ἐπέθεντο· καταλιπὼν γὰρ τὸν Δαβὶδ ἐπὶ τοὺς πολεμίους ἐξώρμησεν. εἶτα ἀπηγγέλη αὐτῷ ὡς ἐν τῇ ἐρήμῳ Γαδδὶ αὐλίζεται ὁ Δαβίδ, καὶ τρισχιλίους λαβὼν ἐπορεύετο. ἀπιὼν δὲ ὑπὸ τῆς γαστρὸς ἠνωχλήθη. καὶ ἢν τι σπήλαιον ἐκεῖ, ἐν ᾧ Δαβὶδ καὶ οἶ μετ’ αὐτοῦ ἐνδότερον κατεκρύπτοντο· τοῦτο εἰσέδυ Σαοὺλ εἰς ἀπόπατον. καὶ Δαβὶδ ἠρεθίζετο παρὰ τῶν μετ’ αὐτοῦ κτεῖναι Σαούλ. ὁ δὲ οὐκ ἐπείσθη, ἀλλὰ τὸ πτερύγιον τῆς διπλοίδος αὐτοῦ λάθρᾳ ἐκτεμὼν ἔλαβε. καὶ ἐξελθόντος τοῦ βασιλέως προελήλυθεν ὁ Δαβὶδ καὶ ἐβόησεν ὀπίσω Σαούλ. καὶ ὁ βασιλεὺς ἀπεῖδε πρὸς τὴν φωνήν. καὶ προσεκύνησε Δαβὶδ καὶ εἶπε μὴ πίστευε ταῖς διαβολαῖς. ἰδοὺ παρέδωκέ σε κύριος εἰς τὰς χεῖράς μου· ὅτε γὰρ ἐν τῷ σπηλαίῳ τὸ τῆς διπλοί· δος σου πτερύγιον ἀπέτεμον, ῥᾷον ἦν μοι καὶ ἀνελεῖν σε.” καὶ ἅμα τὸ τμῆμα αὐτῷ ὑπεδείκνυε καί δικάσαι κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ” ἐξεβόησε. καὶ Σαοὺλ πρὸς ταῦτα κατανυγεὶς ἦρε τὴν φωνὴν αὐτοῦ καὶ κλαύσας ἔφη τῷ Δαβίδ “δίκαιος σύ· ἐγὼ μὲν γὰρ αἴτιός σοι κακῶν, σὺ δέ μοι ἀνταπέδωκας ἀγαθά. ὅθεν πείθομαι ὅτι βασιλέα σε Ἰσραὴλ τηρεῖ ὁ θεός. δὸς δή μοι πίστεις ὡς οὐκ ἐξολοθρεύσεις τὸν οἶκόν μου, ἀλλὰ διατηρήσεις τὸ γένος μου. καὶ ὤμοσε Δαβὶδ τῷ Σαούλ, καὶ ἀπῆλθον ἀπ’ ἀλλήλων.