Ancient Greek · ~17 min
Book 1
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 1.6.1
Not analysed yet
Τοῦ δὲ τῶν Ἐβραίων γένους προπάτωρ καὶ πατριάρχης τῶν αὐτοῦ πατριῶν ὁ μέγας οὗτος γέγονεν Ἀβραάμ, ὃς Χαλδαῖος μὲν ἦν τὸ γένος, δέκατος ἀπὸ Νῶε γενόμενος, διακοσίων ἐτῶν καὶ ἐνενήκοντα πρὸς δυσὶ διεληλυθότων ἐξ ὅτου τὴν γῆν ἅπασαν ὁ θεὸς ἐπομβρίᾳ κατέκλυσεν. οὗτος προγόνων ὢν ἀσεβῶν πρῶτος ἔγνω θεὸν ἕνα τὸν τῶν ὅλων δημιουργόν, ἐκ τῶν ποιημάτων καταλαβὼν τὸν ποιητήν, καὶ τούτῳ μόνῳ τὴν τιμὴν ἀπονέμειν δεῖν ἔλεγε. στασιασάντων δὲ διὰ ταῦτα πρὸς αὐτὸν τῶν Χαλδαίων μετῴκησεν ἐκεῖθεν, τοῦ γνωσθέντος αὐτῷ κελεύσει θεοῦ, καὶ τὴν Χαναναίαν ἔσχηκε γῆν. λιμοῦ δὲ τὴν Χαναναίαν πιέζοντος μεταναστεύει εἰς Αἴγυπτον. καὶ θαυμασθεὶς ἐπὶ συνέσει, τὴν ἀριθμητικὴν τοῖς Αἰγυπτίοις καὶ τὰ περὶ ἀστρονομίας ἀμαθῶς τούτων ἔχουσι παραδίδωσιν. ἐκ Χαλδαίων δὲ λέγεται φοιτῆσαι ταύτα πρὸς Αἴγυπτον κἀκεῖθεν εἰς Ἕλληνας. Ἀσσυρίων δ᾿ ἐπελθόντων τοῖς Σοδομίταις, οἶς συνῴκει καὶ Λὼτ ἀδελφόπαις ὢν Ἀβραὰμ τῆς Σάρρας τε ἀδελφός, καὶ πολλῶν μὲν πεσόντων Σοδομιτῶν, αἰχμαλωτισθέντων δὲ τῶν λοιπῶν, καὶ Λὼτ τοῖς Σοδομίταις συνῃχμαλώτευτο. ὃ μαθὼν Ἀβραὰμ σὺν τριακοσίοις ὀκτωκαίδεκα οἱκέταις αὐτοῦ καὶ φίλοις τρισὶ C κατεδίωξεν ὀπίσω τῶν Ἀσσυρίων, καὶ τούς τε Σοδομίτας ἔσωσε καὶ τὸν Λώτ. ἐπανιόντα δ’ ἐκ τῆς διώξεως ὁ τῆς Σόλυμα πόλεως βασιλεὺς αὐτὸν ὑποδέχεται, κεκλημένος Μελχισεδέκ σημαίνει δὲ τοῦτο μεθαρμοζόμενον εἰς τὴν Ἑλλήνων διάλεκτον βασιλεὺς δίκαιος· Σόλυμα γὰρ ἦν ὄνομα τότε τῇ πόλει Ἱερου- σαλήμ· οὕτως ἀρχαία ἦν ἡ πόλις καὶ χρόνῳ τὰ πρεσβεῖα κληρωσαμένη κατὰ πασῶν. τῆς ἀρετῆς δὲ τὸν Ἀβραὰμ ἀποδεξάμενος ὁ θεὸς ἀμοιβὴν ὑπὲρ αὐτῆς ἐπηγγείλατο· τοῦ δὲ φαμένου ἄχαρι πᾶν αὐτῷ δοκεῖν εὐεργέτημα μὴ ἔχοντι τὸν τοῦτο διαδεξόμενον, ἦν γὰρ ἔτι γονῆς ἀμοιρῶν γνησίας, ὅτι τὴν μήτραν ἡ Σάρρα πεπήρωτο, ὁ θεὸς καὶ παῖδα δώσειν αὐτῷ καθυπέσχετο, καἰ ἐξ ἐκείνου μέγα προελθεῖν ἔθνος, τοῖς ἄστρασι τὸν ἀριθμὸν ἐξισούμενον· καὶ τὰ αἰδοία καὶ αὐτὸν καὶ τοὺς ὑπ’ αὐτὸν ἐκέλευσεν ἄρρενας, ἔν εἴη τὸ γένος αὐτοῦ τοῖς ἄλλοις ἔθνεσιν ἀνεπίμικτον· καὶ περιετμήθησαν. Γίνεται τοίνυν τῷ Ἀβραὰμ παῖς ἑκατὸν γεγονότι ἐνιαυτῶν ἐκ τῆς Σάρρας, ὃν ὁ θεὸς Ἰσαὰκ καλέσαι προσέταξε· δηλοῖ δὲ τὸ ὄνομα γέλωτα, ἢ ὅτι μειδίαμα τῇ Σάρρᾳ ἐγένετο, τέξεσθαι αὐτὴν τοῦ θεοῦ χρηματίσαντος, διὰ τὸ τῆς ὑποσχέσεως δύσελπι, παρήλικι οὔσῃ καὶ μὴ προσδοκώσῃ τεκεῖν, ἐνενήκοντα γὰρ ἐτῶν τὸν Ἰσαὰκ τεκοῦσα ἐτύγχανεν, ἢ ὅτι γέλωτος ὑπόθεσις τοῖς γονεῦσι τὸ παιδίον ἐγένετο, θυμηδίας δηλαδὴ καὶ χαράς. τεχθέντα δὲ τόν παῖδα τοῦτον κατὰ τὴν ὀγδόην ἡμέραν ὁ πατὴρ περιέτεμεν· ὅθεν οὕτω καὶ τοῖς Ἰουδαίοις νενόμισται περιτέμνεσθαι. Ἄραβες δὲ μετὰ τρισκαιδέκατον ἔτος τοὺς παῖδας περιτέμνειν εἰώθασιν, ὅτι καὶ Ἰσμαὴλ ὁ προπάτωρ αὐτῶν ἐν τούτῳ τῷ χρόνῳ περιετέτμητο· τρισκαίδεκα γὰρ ἦν ἐτῶν ὅτε τῷ Ἀβραὰμ ὁ θεὸς ἐπέταξε τὴν περιτομήν. σημαίνει δὲ τὸ ὄνομα τοῦτο θεόκλυτον, ὡς τοῦ θεοῦ τῆς ἱκεσίας Ἀβραὰμ εἰσακούσαντος καὶ παῖδα δόντος αὐτῷ. ἐγείνατο δὲ τοῦτον ἐκ παιδίσκης ἣν Σάρρα αὐτῷ συγκατέκλινεν. ἰδίας γὰρ ἀμοιροῦσα τότε γονῆς, οἰκείᾳ παιδίσκῃ Ἄγαρ ὠνομασμένῃ, Αἰγυπτίᾳ τὸ γένος, μιγῆναι τὸν ἄνδρα ᾐτήσατο, καὶ τεκούσης ἐκείνης τὸν Ἰσμαήλ, ᾠκειώσατο τὸ παιδίον ἡ Σάρρα. τεκοῦσα δὲ τὸν Ἰσαάκ, τῆς Ἄγαρ σὺν τῷ υἱῷ φυγὴν κατὰ ζηλοτυπίαν κατεψηφίσατο. ἀνδρωθέντος δὲ Ἰσαὰκ κατὰ τὸν Ἑβραῖον Ἰώσηπον, εἴκοσι γὰρ καὶ πέντε ἐνιαυτῶν φησιν εἶναι τὸν Ἰσαὰκ τότε, πεῖραν ὁ θεὸς ἐπάγει τῷ Ἀβραάμ, καὶ καλέσας αὐτὸν θῦμα κελεύει προσαγαγεῖν τὸν υἱόν, καὶ εἰς ἕν τῶν ὀρέων ἀπαγαγόντα τὸν μονογενῆ τὸν ἀγαπητὸν ὁλοκαυτῶσαι. καὶ οὐκ ἀντεῖπεν ὁ Ἀβραάμ, ἀλλὰ τὸν παῖδα προσειληφὼς καὶ εἰς τὸ ἐπιταχθὲν αὐτῷ ὄρος ἀναγαγών, τὸν θεῖον αὐτῷ κοινοῦται χρησμόν, καὶ γενναίως οἴσειν τὴν καθιέρωσιν παραινεῖ, κελεύοντος τοῦ θεοῦ. ὁ δὲ πείθεται καὶ ἑκὼν ἑαυτὸν παρέχει πρὸς καθιέρωσιν, μὴ δίκαιον φήσας εἶναι θεοῦ καὶ πατρὸς ἀντιτείνειν θελήματι. οὕτω ταῦτα τῷ Ἰωσήπῳ ἱστόρηται. εἶτα φείσασθαι τοῦ υἱοῦ κελεύεται Ἀβραάμ, καὶ κριὸς αὐτομάτως εἰς ὁλοκαύτωσιν ἀντιδίδοται. μετὰ ταῦτα θνήσκει μὲν Σάρρα ἐτῶν οὖσα ἑκατὸν εἴκοσι πρὸς ἑπτά, ὁ δ’ Ἀβραὰμ ἑτέραν ἠγάγετο κεκλημένην Χεττούραν, ἐξ ἧς υἱεῖς αὐτῷ φύονται ἔξ. τῷ Ἰσαὰκ δὲ περὶ τεσσαρακοστὸν ἔτος γεγονότι μνηστεύεται ὁ πατὴρ Ῥεβέκκαν ἐκ Μεσοποταμίας, θυγατέρα Βαθουὴλ υἱοῦ Ναχὼρ ἀδελφοῦ Ἀβραάμ. ἔπειτα τελευτᾷ μὲν ἔτη ζήσας ἑκατὸν ἑβδομήκοντα καὶ πέντε· γήμας δὲ τὴν Ῥεβέκκαν ὁ Ἰσαὰκ διδύμους ἐκ ταύτης παῖδας γεννᾷ. ὧν τῷ μὲν πρεσβυτέρῳ καθ’ ὅλου τοῦ σώματος δασεῖα ἐφύετο θρίξ, ὅθεν καὶ Ἡσαῦ ἐκλήθη διὰ τὴν τρίχωσιν· τῷ δὲ νεωτέρῳ ἡ χεὶρ εἴχετο τῆς πτέρνης τοῦ ἀδελφοῦ, τῆς μητρικῆς προεκθορόντος γαστρός, διὸ καὶ Ἰακὼβ ὠνομάσθη· πτερνιστὴν δὲ τὸ ὄνομα καθ’ Ἑβραίους δηλοῖ.