Ancient Greek · ~17 min
Book 1
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 1.7.1
Not analysed yet
Γηρᾷ ἐπὶ τούτοις Ἰσαὰκ καὶ τὰς ὄψεις πεπήρωται. καὶ τὸν Ἡσαῦ προσκαλεῖται, πρόσ’ ἔκειτο γὰρ ἐκείνῳ διὰ τὰ πρωτοτόκια, καὶ θηράσαι κελεύει καὶ ἑτοιμάσαι δεῖπνον αὐτῷ, “ἵνα” φησί “φαγὼν εὐλογήσω σε πρὸ τοῦ με ἀποθανεῖν.” καὶ Ἡσαῦ μὲν ἐξῄει πρὸς θήραν, ἡ δὲ Ῥεβέκκα φιλοῦσα μᾶλλον τόν Ἰακώβ, καὶ τοῦτον καλέσασα, εἶπεν ἃ ὁ πατὴρ ἐπέταξε τῷ Ἡσαῦ, καὶ σπεῦσαι παρεκελεύσατο πρὸς τὸ ποίμνιον καὶ δύο κομίσαι ἁπαλοὺς ἐρίφους αὐτῇ, ὡς ἂν ἐκ τούτων ἐδέσματα ἑτοιμάσῃ τῷ γέροντι οἶα φιλεῖν ἐκεῖνον ἐπίσταται, καὶ φαγὼν εὐλογήσῃ αὐτόν. ὁ δὲ ποιεῖ κατὰ τὰς μητρικὰς ἐντολάς. ἤδη δὲ παρεσκευασμένων τῶν ἐδεσμάτων, τοὺς βραχίονας τοῦ παιδὸς περιελίσσει ταῖς τῶν ἐρίφων δοραῖς, καὶ δίδωσι τὸ δεῖπνον ἀπαγαγεῖν τῷ πατρί. Ἰσαὰκ δὲ τῇ φωνῇ τὸν Ἰακὼβ εἶναι τὸν προσιόντα αἰσθόμενος, ἔγγιστα προσκαλεῖται αὐτὸν καὶ τῶν χειρῶν ἐπαφᾶται. τοῦ δὲ θεοῦ πάντως τὸν Ἡσαῦ εὐλογίας ἀνάξιον κρίναντος, ἔδοξεν Ἰσαὰκ τὸν πρωτότοκον αὐτῷ παρεστάναι ἠπάτητο δὲ τάχα διὰ τὸ βαθὺ τῆς τριχός, καὶ φαγὼν εὐλόγησε τὸν Ἰακώβ. ἐπανῆλθε δὲ καὶ Ἡσαῦ καὶ εἰσήγαγε δεῖπνον τό πατρὶ καὶ ᾔτει τὴν εὐλογίαν. ὁ δὲ ἔγνω τὸ σόφισμα καί “ἐλθών” ἔφη ἀδελφός σου ἔλαβε τὴν εὐλογίαν σου. τοῦ δ᾿ ὀλοφυρομένου καὶ ἀξιοῦντος εὐλογηθῆναι, μηδὲ γὰρ μίαν εἶναι παρ’ αὐτῷ εὐλογίαν, παρακληθεὶς Ἰσαὰκ ὥρ- μησε μὲν εὐλογῆσαι, ὅτι δὲ μὴ τῷ ἐνηχοῦντι ἐκεῖνον ἐδόκει θείῳ πνεύματι εὐλογίας τυχεῖν τὸν Ἡσαῦ, ἐπεὶ μηδ’ ἄξιος ἦν αὐτῆς, εἰς ἀρὰν ἀντ’ εὐλογίας ἐτυποῦτο αὐτῷ τῶ Ἰσαὰκ ἡ φωνή. δυσμενῶς εἶχε διὰ ταῦτα πρὸς τὸν ἀδελφὸν ὁ Ἡσαῦ. ὁ δὲ τὸν ἀδελφὸν δεδοικώς, συμβουλῇ τῆς μητρὸς εἰς Μεσοποταμίαν ἀπέρχεται. ἀπιὼν δὲ ἀξιοῦται καθ’ ὕπνους τοῦ ᾀδομένου θεάματος τῆς κλίμακος, ἦς τῶν ἄκρων τὸ μὲν τῇ γῇ, τὸ δὲ τῷ οὐρανῷ προσερήρειστο, καὶ μυεῖται τὰ μέλλοντα ἐκ τοῦ κρείττονος, καὶ τὸν τόπον ἐν ᾧ τὸ ὅραμα εἶδε Βαιθὴλ προσηγόρευσε· δηλοῖ δὲ θείαν ἑστίαν καθ’ Ἕλληνας. καταντήσας δὲ εἰς Χαρρὰν κατήχθη πρὸς λαβὰν τὸν τῆς μητρὸς τῆς Ῥεβέκκας ὁμαίμονα, καὶ ξενίας παρ’ ἐκείνου τετύχηκε καὶ τὴν ἐπιμέλειαν τῶν ποιμνίων πιστεύεται. δύο δὲ τῷ Λάβαν θυγατέρες ἐτύγχανον, ὧν ἡ μὲν πρεσβυτέρα Λεία, ἡ δ’ ἑτέρα Ῥαχὴλ ἐπεκέκλητο, εἰς ἔρωτα δὲ τῆς νεωτέρας ἠρέθιστο Ἰακὼβ ἀστείας οὔσης τὸ εἶδος παρὰ τὴν ἀδελφήν, καὶ προσάγει λόγους τῷ Λάβαν περὶ αὐτῆς. ὁ δ’ ὁμολογεῖ κατεγγυῆσαι τῷ Ἰακὼβ τὴν Ῥαχήλ, εἰ ἐπὶ ἔτη ἑπτὰ δουλεύσει αὐτῷ. κατανεύει πρὸς τοῦτο ὁ ἐραστής, παρέρχεται ὁ καιρός, ἑτοιμάζει τοὺς γάμους ὁ πενθερός· νυκτὸς δὲ τὴν πρεσβυτέραν τῶν θυγατέρων συνευνάζει τῷ Ἰακώβ. γνοὺς δὲ μεθ’ ἡμέραν ὡς ἐξηπάτηται, ἀδικίαν ἐπεγκαλεῖ τῷ πενθερῷ. ὁ δὲ καὶ τὴν Ῥαχὴλ αὐτῷ ἐπηγγέλλετο μετὰ δουλείαν ἑτέρας ἑπταετίας. πείθεται αὖθις δουλεῦσαι ὁ Ἰακώβ, δουλούμενος ἔρωτι, καὶ μεθ’ ἑτέραν ἑπταετίαν καὶ τῇ Ῥαχὴλ συνευνάζεται. Τῇ’ μὲν οὑν Λείᾳ παῖδες ἦσαν ἐξ Ἰακώβ. καὶ Ρουβὶμ μὲν καλεῖ τὸν πρωτότοκον ὅτι κατ’ ἔλεον αὐτῇ γένοιτο τοῦ θεοῦ· ἐδάκνετο γὰρ ἐρωμένης τῆς ἀδελφῆς τῷ ἀνδρί, καὶ προσεδόκα μᾶλλον ἐντιμοτέρα γενήσεσθαι, εἰ σχοίη κατὰ γαστρός. τὸν δεύτερον δὲ Συμεὼν ὀνομάζει· δηλοῖ δὲ τοῦτο ἐπήκοον τὸν θεὸν γενέσθαι αὐτῇ. καὶ ἐπὶ τούτῳ γεννᾶται Λευί· τοὔνομα σημαίνει βεβαιωτήν. μεθ’ ὃν Ἰού- δας αὐτῇ ἀποτίκτεται· εὐχαριστίας ἡ κλῆσις δηλωτική. τῇ δὲ Ῥαχὴλ παιδίον οὐκ ἦν, καὶ δεδοικυῖα μὴ δι’ ἀτεκνίαν παρευδοκιμηθῇ δέεται τοῦ ἀνδρὸς τῇ θεραπαίνῃ αὐτῆς συνελθεῖν. ὁ δὲ καὶ πείθεται καὶ τῇ Βάλλᾳ συνέρχεται, καὶ παῖδα ἐξ Ἰακὼβ Βάλλα γεννᾷ, καὶ Δὰν ἐκλήθη ὁ παῖς· θεόκριτον εἴποιεν Ἕλληνες. κἀκ τῆς αὐτῆς αὖθις τίκτεται Νεφθαλείμ, εὐμηχάνητος οἶον διὰ τὸ ἀντιτεχνάσασθαι πρὸς τὴν εὐτεκνίαν τῆς ἀδελφῆς. ζηλοῖ ἐπὶ τούτοις ἡ Λεία, καὶ παρακατακλίνει κἀκείνη τῷ Ἰακὼβ Ζελφὰν τὴν ἰδίαν θεράπαιναν. υἱὸν δὲ καὶ αὕτη ἐγεί- νατο Γάδ· τυχαῖον ἄν τις καλέσει αὐτόν. καὶ ἐπὶ τούτῳ τίκτει καὶ ἕτερον, οὗτος δ’ ἦν ὁ Ἀσήρ· λέγοιτο δὲ μακαριστής, ὡς εὐκλείας τῇ λεῖφ’ καὶ μακαρισμοῦ διὰ τὴν πολυτεκνίαν γενόμενος αἴτιος. τῇ Λείᾳ δὲ Ῥουβὶμ τοῦ υἱοῦ μανδραγόρου μῆλα κομίσαντος, ᾔτει Ῥαχὴλ μεταδοῦναι τούτων αὐτῇ, καὶ ἀμοιβὴν προυτίθει τῇ ἀδελφῇ τὸ κατ’ ἐκείνην τὴν νύκτα λέκτρον τοῦ Ἰακώβ· ἡ γὰρ νὺξ ἐκείνη τῇ Ῥαχὴλ προσκεκλήρωτο. καὶ συνευνάζεται διὰ τοῦτο τῇ Λείᾳ ὁ Ἰακώβ, καὶ τίκτει παῖδας ἔτι δύο τὸ γύναιον, τόν Ἰσάχαρ, τὸν ἐκ μισθοῦ δὲ γεγονότα σημαίνει τὸ ὄνομα, καὶ Ζὰ βουλῶν, δηλοῖ δὲ τὸν ἠνεχυρασμένον εὐνοίᾳ τῇ πρὸς αὐτήν, καὶ θυγατέρα κληθεῖσαν Δεῖναν. γίνεται δὲ καὶ τῇ Ῥαχὴλ υἱὸς Ἰωσήφ· τὸ δ ὄνομα προσθήκην τινὸς γενησομένου δηλοῖ.