Ancient Greek · ~13 min
Book 1
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 1.9.1
Not analysed yet
Ἰακὼβ δὲ τὸν ἐκ τῆς Ῥαχὴλ Ἰωσὴφ διά τε τὴν τοῦ σώματος εὐφυίαν καὶ τὴν τῆς ψυχῆς ἀρετὴν πλέον τῶν ἄλλων παίδων ἠγάπα. ἥ τε γοῦν τοῦ πατρὸς στοργὴ καὶ οἱ ὄνειροι οὓς ἐθεάσατο εἰς φθόνον αὐτοῦ τοὺς ἀδελφοὺς κεκινήκασι. τῶν δ’ ὀνειράτων τὸ μὲν ἦν τοιοῦτον. ἐν ὥρᾳ θέρους ἐδόκει μετὰ τῶν ἀδελφῶν θερίζων δράγματα δεσμεῖν καὶ τιθέναι, καὶ C τὰ μὲν αὐτοῦ ἠρεμεῖν, τὰ δὲ τῶν ἀδελφῶν προστρέχοντα προσκυνεῖν τοῖς αὐτοῦ. τὸ δέ, τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας προσκυνεῖν ἐδόκει αὐτῷ. ταύτας τὰς ψεις εἰς τῷ πατρὶ παρόντων καὶ τῶν συγγόνων, τὴν δήλωσιν ἐξήτει μαθεῖν. ὁ δὲ εὐδαιμονίαν κατήγγειλε τῷ παιδί, καὶ καιρὸν ἥξειν καθ’ ὃν ὑπὸ τῶν γονέων καὶ τῶν ἀδελφῶν τιμηθήσεται καὶ προσκυνηθήσεται. ταῦτα τοὺς ἀδελφοὺς τοῦ Ἰωσὴφ ἐλύπησε, καὶ ὑπεβλέποντο τὸ μειράκιον. νεμόντων δὲ τὰ ποίμνια τῶν παίδων τοῦ Ἰακὼβ ἐν Σικίμοις, ὁ πατὴρ πέμπει τὸν Ἰωσὴφ ἐκείνους ἐπισκεψόμενον. οἱ δὲ τοῦτον ἰδόντες ὥρμησαν ἀνελεῖν. ῾Ρουβὶμ δὲ συνεβούλευε μὴ αὐτόχειρας γενέσθαι τοῦ ἀδελφοῦ, ἀλλ᾿ εἰς τὸν παρακείμενον λάκκον ῥῖψαι αὐτόν, ἵν᾿ ἀποθάνῃ ἐκεῖ, καὶ οὕτω μετριώτερον ἔσοιτο τὸ κακόν. συναινεσάντων δὲ τῷ λόγῳ τῶν νεανίσκων, λαβὼν ὁ ῾Ρουβὶμ τὸ μειράκιον ἠρέμα καθίμησεν εἰς τὸν λάκκον. Ἰούδας δὲ ἐμπόρους ἰδὼν Ἄραβας, συνεβούλευσε τοῖς ἀδελφοῖς τὸν Ἰωσὴφ ἀπεμπολῆσαι αὐτοῖς. καὶ δόξαν τοῦτο τοῖς ἐμπόροις αὐτὸν ἀποδίδονται μνῶν εἴκοσιν, ἐτῶν ἑπτακαίδεκα γεγονότα. ῾Ρουβὶμ δὲ νύκτωρ ἐπὶ τὸν λάκκον ἐλθών, ἵν᾿ ἐξενέγκῃ τὸν Ἰωσὴφ καὶ σώσῃ τοὺς ἀδελφοὺς λαθών, ἐπεὶ μὴ εὗρεν αὐτόν, πενθῶν ᾐτιᾶτο τοὺς ἀδελφούς. τῶν δὲ τὸ πραχθὲν φρα- σάντων παύεται τοῦ πένθους. τὸν δὲ χιτωνίσκον τοῦ μειρακίου αἵματι τράγου μολύναντες ἧκον πρὸς τὸν πατέρα καὶ εἶπον τὸν μὲν Ἰωσὴφ μήτ᾿ ἰδεῖν μήθ᾿ ὅπως διέφθαρται γνῶναι, χιτῶνα δὲ τοῦτον εὑρεῖν ᾑμαγμένον καὶ διερρηγμένον. Ἰακὼβ δὲ ἐπὶ τῷ μειρακίῳ πενθῶν ἐκαθέζετο σάκκον ἐνδύς. τὸν Ἰωσὴφ δὲ ἐκ τῶν ἐμπόρων ὠνήσατο Πετεφρὴς ἀνὴρ Αἰγύπτιος ἐπὶ τῶν βασιλέως Φαραὼ μαγείρων, καὶ εἶχεν αὐτὸν ἐν τιμῇ. τῆς δὲ τοῦ δεσπότου γυναικὸς διά τε εὐμορφίαν καὶ τὴν αὐτοῦ δεξιότητα ἐρωτικῶς διατεθείσης καὶ λόγους περὶ μέξεως προσαγούσης, πα- ρέπεμπε τὴν ἀξίωσιν. ἡ δὲ δεινῶς πολιορκουμένη τῷ ἔρωτι, δευτέραν ἐπῆγε πεῖραν, καὶ τὸ πείθειν ἀπογνοῦσα βιάζεσθαι ἤθελεν. ὡς δὲ καὶ τὸ ἱμάτιον καταλιπὼν ὁ νεανίσκος ἐξεπήδησε, καθῆστο κατηφὴς καὶ συγκεχυμένη. ἐλθόντι δὲ τἀνδρὶ κατηγόρει τοῦ Ἰωσὴφ καὶ τὸ ἱμάτιον ἐπεδείκνυεν, ὡς ὅτ᾿ ἐπε- χείρει βιάζεσθαι καταλιπόντος αὐτό. Πετεφρὴς δὲ εἰς τὴν τῶν κακούργων εἱρκτὴν ἐμβάλλει τὸν Ἰωσήφ, ἐν ᾗ καὶ ὁ οἰνοχόος τοῦ Φαραὼ κατ’ ὀργὴν ἐνεκέκλειστο καὶ ὁ ἀρχισιτοποιός. οἶς συνήθης γενόμενος ἠξιοῦτο φράσαι αὐτοῖς τῶν ἐνυπνίων τὴν δήλωσιν. ὁ μὲν γὰρ οἰνοχόος ἄμπελον ὁρᾶν ἔδοξεν, ἐξ ἧς τρία ἐφύοντο κλήματα, ὧν ἀπῃώρηντο μεγάλοι καὶ πέπειροι βότρυες, τούτους δ’ ἀποθλίβειν εἰς φιάλην καὶ προσάγειν τῷ Φαραώ, κἀκεῖνον λαβεῖν ἀγαθὰ οὖν αὐτῷ σημαίνειν τὸν ὄνειρον ἐξηγεῖτο ὁ Ἰωσήφ ἐν γὰρ τρισὶν ἡμέραις ταῖς προσαγούσαις εἶς τό πρότερον ἀποκαταστήσεσθαι διακόνημα. καὶ ἠξίου μεμνῆσθαι αὐτοῦ εὐπραγήσαντα. ὁ δὲ ἀρχισιτοποιὸς κανᾶ ἔφη δοκεῖν τρία φέρειν ἐπὶ τῆς κεφαλῆς, δύο μὲν ἄρτων πλήρη, τὸ δὲ ἕτερον ὄψου καὶ ποικίλων βρωμάτων, ταῦτα δὲ διαρπαγῆναι ὑπὸ πτηνῶν καθιπταμένων. ἔφη δὲ καὶ τούτῳ ὁ Ἰωσὴφ τὰ τρία κανᾶ τριῶν ἡμερῶν εἶναι σημαντικά, καὶ ἐν τῇ τρίτῃ ἡμέρᾳ μέλλειν αὐτὸν κρεμασθέντα σαρκοφάγοις ἔσεσθαι βορὰν πετεινοῖς. γέγονε δ’ ἐπ’ ἀμφοῖν ὡς Ἰωσὴφ ἐξηγήσατο.