Ancient Greek · ~15 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.10.1
Not analysed yet
Οὕτω μὲν ἐκηδεύθη Πομπήιος· οὐ πολλῷ δ’ ὕστερον Καῖσαρ ἐλθὼν εἰς Αἴγυπτον τὸν μὲν προσφέροντα τὴν κεφαλὴν Πομπηίου ὡς παλαμναῖον ἀπεστράφη, τὴν δὲ σφραγῖδα τοῦ ἀνδρὸς δεξάμενος ἐδάκρυσεν, Ἀχιλλᾶν δὲ καὶ Ποθεινὸν ἔκτεινεν. αὐτὸς δὲ ὁ βασιλεὺς Πτολεμαῖος μάχῃ λειφθεὶς παρὰ τὸν ποταμὸν ἠφανίσθη. Θεόδοτος δὲ ὁ σοφιστὴς τὴν μὲν ἐκ Καίσαρος δίκην διέφυγεν ὑπεξελθὼν Αἴγυπτον καὶ ταπεινὰ πράττων καὶ μισούμενος, Βρούτῳ δὲ Μάρκῳ τῷ Καίσαρα κτείναντι περιπεσὼν ἐν Ἀσίᾳ καὶ πᾶσαν αἰκίαν ὑπ’ αὐτοῦ αἰκισθεὶς ἀπεκτάνθη. ὅσοι δὲ τῶν Πομπηίου φίλων ἑαλώκεσαν ὑπὸ τοῦ τῆς Αἰγύπτου κρατοῦντος, πάντας εὐηργέτησεν ὁ Καῖσαρ καὶ προσηγάγετο. Κἀκεῖ δὲ πόλεμον συνεστήσατο, καὶ κρύφα τὴν Κλεοπάτραν ἀπὸ τῆς χώρας μετεπέμπετο, ἐκβληθεῖσαν ἤδη τῆς βασιλείας τε καὶ τῆς πόλεως παρὰ τοῦ εὐνούχου Ποθεινοῦ. ἣ σὺν μόνῳ τῷ Σικελιώτῃ Ἀπολλοδώρῳ εἰς ἀκάτιον μικρὸν ἐμβᾶσα τοῖς βασιλείοις προσέσχε, καὶ εἰς στρωματόδεσμον ἐνδῦσα προτείνει μακρὰν ἑαυτήν, ὁ δὲ Ἀπολλόδωρος ἱμάντι συνδήσας τὸ στρωματόδεσμον εἰσκομίζει διὰ θυρῶν πρὸς τὸν Καίσαρα. καὶ διὰ τοῦτο τὸ τέχνημα λαμυρᾶς φανείσης, καὶ τῆς ἄλλης ὁμιλίας καὶ χάριτος αὐτῆς ἡττηθείς, διήλλαξε πρὸς τὸν ἀδελφὸν ὡς συμβασιλεύσουσαν. Ἑστιωμένων δ᾿ ἐπὶ ταῖς διαλλαγαῖς, ἐπιβουλὴν φωράσας ὁ Καῖσαρ τυρευομένην ὑπ᾿ Ἀχιλλᾶ τοῦ στρατηγοῦ καὶ Ποθεινοῦ τοῦ εὐνούχου, τὸν μὲν Ποθεινὸν ἀνεῖλεν, Ἀχιλλᾶς δὲ φυγὼν εἰς τὸ στρατόπεδον βαρὺν αὐτῷ περιίστησι πόλεμον. ὅτε πῦρ ἐμβαλόντος Καίσαρος τῷ στόλῳ καὶ ἡ μεγάλη βιβλιοθήκη ἐμπέπρηστο. μάχης δὲ συνεστώσης κατεπήδησε μὲν ἀπὸ τοῦ χώματος εἰς ἀκάτιον, ἐπιπλεόντων δὲ πολλαχόθεν αὐτῷ τῶν Αἰγυπτίων ῥίψας ἑαυτὸν εἰς τὴν θάλασσαν ἀπενήξατο μόλις. ὅτε λέγεται καὶ 10 βιβλίδια κρατῶν πολλὰ μὴ προέσθαι νηχόμενος, ἀλλ᾿ ἀνέχειν αὐτὰ ὑπὲρ τῆς θαλάσσης τῇ ἑτέρᾳ χειρί, καὶ ταῦτα βαλλόμενος. τέλος δὲ τοῦ βασιλέως πρὸς τοὺς πολεμίους ἀποχωρήσαντος, ἐπελθὼν καὶ συνάψας μάχην ἐνίκησε, πολλῶν πεσόντων καὶ τοῦ λέως ἀφανοῦς γενομένου. Καταλιπὼν δὲ τὴν Κλεοπάτραν βασιλεύουσαν Αἰγύπτου καὶ μικρὸν ὕστερον ἐξ αὐτοῦ τεκοῦσαν υἱόν, ὃν Ἀλεξανδρεῖς Καισαρίωνα προσηγόρευον, ὥρμησεν ἐπὶ Συρίαν. καὶ Φαρνάκῃ τῷ Μιθριδάτου παιδὶ πολεμήσας αὐτὸν μὲν τοῦ Πόντου ἐξέβαλε, τὴν δὲ στρατιὰν ἄρδην ἀνεῖλε. καὶ τῆς μάχης ταύτῆς τό τάχος καὶ τὴν ὀξύτητα δηλῶν εἰς ῾Ρώμην ἔγραψε τρεῖς λέξεις “ἦλθον εἶδον ἐνίκησα.” ἐντεῦθεν εἰς Ἰταλίαν ἀπελθὼν εἰς ῾Ρώμην ἀνέβαινε, τοῦ μὲν ἐνιαυτοῦ καταστρέφοντος εἰς ὃν ᾕρητο δικτάτωρ τὸ δεύτερον, οὐδέποτε πρότερον τῆς ἀρχῆς ταύτης γενομἐνης ἐνιαυσίου· εἰς δὲ τὸ ἐπιὸν ἔτος ὕπατος ἀνεδείχθη. Τῶν δὲ περὶ Κάτωνα καὶ Σκιπίωνα μετὰ τὴν ἐν Φαρσάλῳ μάχην εἰς Λιβύην φυγόντων καὶ δυνάμεις ἠθροικότων ἀξιολόγους, ἐπ᾿ αὐτοὺς ὁ Καῖσαρ ἐστρά- τευσε· καὶ μικρῷ μέρει μιᾶς ἡμέρας τριῶν στρατοπέδων ἐκράτησε, καὶ πεντακισμυρίους τῶν πολεμίων ἀνῃρηκὼς οὐδὲ πεντήκοντα τῶν ἰδίων ἀπέβαλε. τῶν δὲ πεφευγότων ἐκ τῆς μάχης ὑπατικῶν καὶ στρατηγικῶν ἀνδρῶν οἶ μὲν ἑαυτοὺς διέφθειραν ἁλισκόμενοι, συχνοὺς δὲ Καῖσαρ ἔκτεινεν ἁλόντας. Κάτωνος δὲ ἑαυτὸν διεργασαμένου δῆλος ἣν δηχθείς· οὑ δ’ ἕνεκα λελύπητο ἄδηλον· εἶπε δ’ οὖν “ὦ Κάτων, φθονῶ σοι τοῦ θανάτου· καὶ γὰρ σύ μοι τῆς σωτηρίας ἐφθόνησας.” ἀλλὰ γὰρ ἐπανελθὼν εἰς Ῥώμην ἀπὸ Λιβύης θριάμβους κατήγαγε καὶ θέας ἐτέλεσε ναυμάχων καὶ μονομάχων ἀνδρῶν. τιμήσεων δὲ γενομένων ἀντὶ τῶν προτέρων δυεῖν καὶ τριάκοντα μυριάδων αἶ πάσαι πεντεκαίδεκα περισωθεῖσαι εὑρέθησαν· τηλικαύτην φθορὰν τοῦ δήμου ὁ ἐμφύλιος εἰργάσατο πόλεμος. Εἶτα ὕπατος τὸ τέταρτον αἱρεθεὶς εἰς Ἰβηρίαν ἐστράτευσεν ἐπὶ τοὺς Πομπηίου υἱούς, νέους μὲν ὄντας ἔτι, τόλμαν δ᾿ ἐπιδεικνυμένους ἀξιόχρεων πρὸς ἡγεμονίαν. ὅτε καὶ εἰς κίνδυνον περιέστη ὁ Καῖσαρ, ὡς βοᾶν διὰ τῶν τάξεων περιθέων τῶν ἑαυτοῦ, εἰ μὴ αἰδοῦνται λαβόντας αὐτὸν ἐγχειρίσαι τοῖς παιδαρίοις. πρὸς δὲ τοὺς φίλους μετὰ τὴν μάχην εἶπεν ὡς πολλάκις μὲν ἀγωνίσαιτο περὶ νίκης, νῦν δὲ πρῶτον περὶ ψυχῆς. νικήσαντος δὲ Καίσαρος ὁ μὲν νεώτερος τῶν Πομπηίου παίδων διέδρα, ἀνηνέχθη δ᾿ αὐτῷ μεθ’ ἡμέρας τοῦ πρεσβυτέρου ἡ κεφαλή. τοῦτον ἔσχατον Καῖσαρ ἐπολέμησε πόλεμον.