Ancient Greek · ~20 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.11.1
Not analysed yet
Ἐπανελθὼν δ᾿ εἰς Ῥώμην δικτάτωρ διὰ βίου ἐψήφιστο, ὃ τυραννὶς ἐτύγχανεν ἄντικρυς, τῷ ἀνυ- πευθύνῳ τῆς μοναρχίας προσλαβοῦσα τό ἀδιάδοχον. οὕτω δὲ καταστὰς εἰς μοναρχίαν πολλοὺς ἀφῆκε τῶν πεπολεμηκότων αὐτῷ, ἐνίοις δὲ καὶ ἀρχὰς καὶ τιμὰς ἔδωκεν, ὧν ἦσαν καὶ Βροῦτος καὶ Κάσσιος, καὶ τὰς Πομπηίου δὲ στήλας καταβεβλημένας ἀνέστησεν. ἀξιούντων δὲ τῶν φίλων δορυφορεῖσθαι αὐτὸν παρῃτήσατο “βέλτιόν ἐστιν εἰπών” “ἅπαξ ἀποθανεῖν ἢ ἀεὶ προσδοκᾶν.” μειζόνων δ’ ἐρῶν πραγμάτων καὶ καινοτέρας δόξης, γνώμην ἔσχε στρατεύειν ἐπὶ Πάρθους καὶ δι’ Ὑρκανίας εἰς τὴν Σκυθικὴν ἐμβαλεῖν. Μῖσος μέντοι τοῖς ἀνθρώποις κατ’ αὐτοῦ καὶ ἕτερα ἐνεποίησαν, τὸ δέ γε μεῖζον ὁ τῆς βασιλείας ἔρως εἰργάσατο, δι’ ὃν οἶ περὶ αὐτὸν καὶ λόγον εἰς τὸν δῆμον ἐνέσπειραν ὡς ἐκ γραμμάτων Σιβυλλείων φαίνοιτο μὴ ἄλλως ἔσεσθαι τὰ Παρθῶν Ῥωμαίοις ἁλώσιμα, εἰ μὴ βασιλεὺς αὐτοῖς συστρατεύσοιτο. καὶ ἐκ τῆς Ἄλβης δὲ πρὸς τὴν Ῥώμην ἰόντα τὸν Καίσαρα ἐτόλμησάν τινες προσειπεῖν βασιλέα. τοῦ δὲ δήμου θορυβηθέντος ἐκεῖνος οὐ βασιλεύς, ἀλλὰ Καῖσαρ ἔφη καλεῖσθαι. Ἐλέγετο δὲ Καῖσαρ, ὥς τινες οἴονται, οἶα δὴ τάχα τῆς μητρὸς αὐτοῦ ἐν τῷ τίκτειν θανούσης, καὶ αὐτοῦ δι’ ἀνατομῆς προαχθέντος εἰς φῶς. οὐκ ἀληθὲς δὲ τοῦτό ἐστι· τὴν γὰρ μητέρα αὐτοῦ ζῆν οἱ περὶ αὐτοῦ συγγεγραφότες ἱστόρησαν καὶ αὐτοῦ ἀνδρωθέντος. τὸ δ’ ἐξ ἀνατομῆς εἰς τὸν βίον ἐλθεῖν οὐκ ἐπ’ αὐτῷ γέγονεν, ἀλλ’ ἐπί τινι τῶν αὐτοῦ προγόνων, καὶ ἐξ ἐκείνου τὴν κλῆσιν ἔσχον οἱ ἐκείνου ἀπόγονοι. Προσιόντων δέ ποτε τῶν ὑπάτων αὐτῷ καὶ τῶν στρατηγῶν καὶ τῆς βουλῆς ἁπάσης ἑπομένης, ὅτι μὴ ἐξανέστη καθήμενος, οὐ μόνον ἐλύπησε τὴν βουλήν, ἀλλὰ καὶ τὸν δῆμον, ὡς ἐν τῇ βουλῇ προπηλακιζομένης τῆς πόλεως, καὶ μετὰ κατηφείας οἶ πλείους ἀπῆλθον εὐθύς. ἐπιγίνεται δὲ τοῖς προσκρούσμασι τούτοις καὶ ὁ τῶν δημάρχων προπηλακισμός. ἐτελεῖτο μὲν γὰρ τῇ πόλει ἑορτή, Καῖσαρ δ’ ἐπὶ δίφρου χρυσέου καθήμενος κόσμῳ κατεκοσμεῖτο θριαμβικῷ· Ἀντώνιος δὲ ὑπατεύων εἰς ἀγορὰν ἐνέβαλε φέρων διάδημα στεφάνῳ δάφνης περιπεπλεγμένον, καὶ ἐδίδου τῷ Καίσαρι. καὶ γίνεται κρότος οὐ λαμπρὸς ἐκ παρασκευῆς· ἀπωσαμένου δὲ τοῦ Καίσαρος ἅπας ὁ δῆμος ἀνεκρότησε· καὶ τούτου δὶς γεγονότος ἡ πεῖρα ἐξηλέγχετο καὶ ὁ Κατῖσαρ ἀνέστη. ἐπεὶ δὲ καὶ ἀνδριάντες αὐτοῦ διαδήμασιν ὤφθησαν ἀναδεδεμένοι βασιλικοῖς, ἀπέσπασαν ταῦτα οἱ δήμαρχοι, καὶ τοὺς προσειπόντας βασιλέα τὸν Καίσαρα ἀπῆγον εἰς δεσμωτήριον. καὶ ὁ δῆμος ἐπὶ τούτοις ἐκρότει καὶ Βρούτους ἐκάλει τοὺς ἄνδρας· Βροῦτος γὰρ ἦν, ὡς ἱστόρηται ἄνωθι, ὁ καταλύσας Ταρκύνιον καὶ τὸ κράτος εἰς τὸ κοινὸν περιστήσας ἐκ μοναρχίας. ἐπὶ τούτοις ὁ Καῖσαρ παροξυνθεὶς τὴν μὲν ἀρχὴν τοὺς δημάρχους ἀφείλετο, ἐν δὲ τῷ κατηγορεῖν αὐτῶν, ἄμα καὶ τὸν δῆμον ἐφυβρίζων, πολλάκις Βρούτους ἀπεκάλει τοὺς ἄνδρας. Ἐντεῦθεν πρὸς Μάρκον Βροῦτον τρέπονται οἱ πολλοί, ἐκ Βρούτου τοῦ πάλαι δοκοῦντα τὸ γένος ἕλκειν· καὶ πρὸς μόνον ἐκεῖνον ἢ πρῶτον οἱ μεταβολῆς ἐφιέμενοι ἀποβλέποντες αὐτῷ μὲν οὐκ ἐτόλμων προσομιλεῖν, νύκτωρ δὲ γράμματα περὶ τὸ βῆμα καὶ τὸν δίφρον ἐρρίπτουν ἐφ’ οὗ στρατηγῶν ἐχρημάτιζε, λέγοντα ‘καθεύδεις, ὦ Βροῦτε” καί “οὐκ εἶ Βροῦτος.” καὶ Κάσσιος δὲ παρώξυνεν αὐτόν. Καὶ τῷ Καίσαρι δὲ πολλὰ λέγεται σημεῖα γενέσθαι δηλοῦντα τὸν ὄλεθρον, ὧν ἓν καὶ τοῦτό ἐστι. παριαύων τῇ γυναικὶ φωνὰς ἀσαφεῖς καὶ στεναγμοὺς ἀνάρθρους ἐκείνην ἀναπέμπουσαν ᾔσθετο· ἐδόκει δὲ κλαίειν ἐκεῖνον ἐπὶ ταῖς ἀγκάλαις ἔχουσα κατεσφαγμένον. ἣ καὶ μεθ’ ἡμέραν ἐδεῖτο τοῦ ἀνδρὸς μὴ προελθεῖν εἰς τὴν σύγκλητον. ὧς δὲ καὶ θύσαντες οἱ μάντεις δυσιερεῖν ἔλεγον, ἔγνω πέμψας Ἀντώνιον ἀφεῖναι τὴν σύγκλητον. Βροῦτος μέντοι Ἀλβῖνος, πιστευόμενος μὲν ὑπὸ Καίσαρος, τοῖς δὲ περὶ Μάρκον Βροῦτον καὶ Κάσσιον μετέχων τῆς συνωμοσίας, τούς τε μάντεις ἐχλεύαζε καὶ καθήπτετο Καίσαρος ὡς διαβολὰς ἑαυτῷ προστρίβοντος καταφρονήσεως πρὸς τὴν σύγκλητον. ἥκειν γὰρ αὐτὴν ἐκείνου κελεύσαντος, καὶ πάντας ἑτοίμους εἶναι ψηφίζεσθαι ὥστε τῶν ἐκτὸς Ἰταλίας ἐπαρχιῶν ἀναγορεύεσθαι βασιλέα καὶ τὴν ἄλλην ἐπιόντα γῆν τε καὶ θάλασσαν ἑαυτῷ περιτιθέναι διάδημα. ταῦθ’ ἄμα λέγων ὁ Βροῦτος ἦγε τὸν Καίσαρα λαβόμενος τῆς χειρός. οἰκέτης δέ τις ἀλλότριος ἐντυχεῖν αὐτῷ προθυμούμενος ἀπιόντι μὴ δυνηθεὶς παρέδωκεν ἑαυτὸν τῇ τοῦ Καίσαρος γυναικὶ φυλάττειν, εἰπὼν ἔχειν μεγάλα πράγματα ἐπανιόντι καταγγεῖλαι τό Καίσαρι. σοφιστὴς δέ τις Ἀρτεμίδωρος Κνίδιος βιβλίον περὶ τῆς συνωμοσίας γράψας καὶ ἐγγίσας αὐτῷ ‘‘τοῦτο’’ ἴφη Καῖσαρ μόνος καὶ ταχέως ἀνάγνωθι· μεγάλα γάρ σοι καταγγελεῖ καί σοι διαφέροντα.’’ ὃ δεξάμενος ἐκεῖνος ὥρμησε μὲν ἀναγνῶναι, μὴ μέντοι δυνηθεὶς ὑπὸ τῶν ἐντυγχανόντων, κατεῖχε τῇ χειρί, καὶ παρῆλθεν οὕτω πρὸς τὴν σύγκλητον. ἡ δὲ ὑπεξανέστη. τῶν δὲ περὶ Βροῦτον οἱ μὲν ἐξόπισθεν τοῦ δίφρου αὐτοῦ περιέστησαν, οἶ δὲ ἀπήντησαν ὡς περί τινος φυγάδος δεόμενοι. τὸν δὲ Ἀντώνιον πιστὸν ὄντα Καίσαρι καὶ ῥωμαλέον ἔξω παρακατεῖχε Βροῦτος Ἀλβῖνος. ὡς δὲ καθίσας ὁ Καῖσαρ διεκρούετο τὰς δεήσεις, ξίφει παρὰ τοῦ Κάσκα πρώτου πλήττεται τὸν αὐχένα, πληγὴν οὐ θανατηφόρον. ὡς δὲ καὶ τῶν συνωμοτῶν ἕκαστος τό ξίφος ἐγύμνωσε, λέγεται πρὸς μὲν τοὺς λοιποὺς ἀπομάχεσθαι ἐνειλούμενος καὶ κεκραγώς, ὅτε δὲ καὶ Βροῦτον εἶδεν ἐσπασμένον τὸ ξίφος, ἐφελκύσασθαι κατὰ τῆς κεφαλῆς τὸ ἱμάτιον μηκέτι ἀπομαχόμενος. εἴκοσι μέντοι καὶ τρία λαβὼν τραύματα, ἀνδριάντος ὄντος ἐκεῖ Πομπηίου, περὶ τὴν βάσιν εὑρέθη κείμενος καὶ καθαιμάξας αὐτόν, ὡς δοκεῖν αὐτὸν ἐφεστάναι τῶ̣ φόνῳ τοῦ πολεμίου Πομπήιον.