Ancient Greek · ~14 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.14.1
Not analysed yet
Ἀντωνίου δὲ εἰς τὸ Βρεντέσιον ἀπελθόντος πρὸς τοὺς ἐκ Μακεδονίας περαιωθέντας στρατιώτας, ὁ Καῖσαρ ἐκεῖ μὲν φίλους μετὰ χρημάτων, ἵνα σφᾶς σφετερίσωνται, προαπέστειλειν, αὐτὸς δὲ μέχρι Καμπανίας ἐλθὼν πλῆθος συνέλεξεν ἐκ διαφόρων χωρῶν, τῷ πατρὶ τιμωρεῖν λέγων, χρήματα τὰ μὲν διδούς, τὰ δὲ ὑπισχνοῦ μένος, καὶ σὺν αὐτοῖς εἰς Ῥώμην ἠπείχθη πρὶν ἐπανελθεῖν τὸν Ἀντώνιον, καὶ τῷ δήμῳ ὁμιλήσας ἐπαίνων ἔτυχε, καὶ αὖθις ἀπεδήμησε δύναμιν ἀθροίσων. Ἀντώνιον δὲ οἱ στρατιῶται ἐν Βρεντεσίῳ φιλοφρόνως ἐδέξαντο· εἶτα πικρῶς αὐτοῖς προσφερομένου, ὡς καὶ πολλοὺς αὐτῶν ἀποκτεῖναι, ἐνεωτέρισαν, καὶ συχνοὶ μετέστησαν πρὸς τὸν Καίσαρα. Ἀντώνιος δὲ ἐκ τῆς ῾Ρώμης εἰς τὴν Γαλατίαν ἐξώρμησε, φοβηθεὶς μὴ αὐτή τι νεοχμώσῃ· καὶ ὁ Καῖσαρ δ᾿ ἐπηκολούθησεν. ἦρχε δὲ τότε τῆς Γαλατίας ὁ Βροῦτος ὁ Δέκιμος, εἷς ὢν τῶν συνομοσάντων κατὰ τοῦ Καίσαρος· καὶ ὃς μίσει τῷ πρὸς Ἀντωινιον οὐχ ὑπεΤξεν αὐτῷ. τοῦτο μαθὼν ὁ Καῖσαρ τὸν Βροῦτον προσηταιρίσατο· οὔπω γὰρ ἐώρα καιρὸν τοῦ τιμωρήσασθαι τοὺς φονεῖς τοῦ πατρός. ἐν δὲ τῆ̣ ῾Ρώμῃ ἡ σύγκλητος ἐβουλεύετο θορυβουμένη διὰ τὸν πόλεμον. καὶ πολλοὶ μὲν γνώμας ἄλλας καὶ ἄλλας εἰσήνεγκαν, Κικέρων δὲ πολέμιον δεῖν εἶπε ψηφίσασθαι τὸν Ἀντώνιον, τὸν Καίσαρα μέντοι καὶ τὸν Βροῦτον τὸν Δέκιμον αὐτῷ ἐναντιουμένους καὶ ἐπαινέσαι ἐφ᾿ οἷς ἰδιογνωμονήσαντες πεποιήκασι, καὶ ἐπικουρῆσαι αὐτοῖς καὶ ἐξουσίαν νεῖμαι πρὸς τὸ μέλλον, καὶ τοὺς ὑπάτους ἄμφω πρὸς τὸν πόλεμον πεπομφέναι καὶ πολεμῆσαι αὐτῷ μηδὲ διατρίβειν καὶ μέλλειν. ταῦτα τοῦ Κικέρωνος συμβουλεύσαντος ὁ Καληνὸς ὁ Κύιντος ἐναντιούμενος αὐτῷ συνεβούλευε πέμψαι πρὸς ἅπαντας τὴν βουλὴν κελεύουσαν ὁμοίως αὐτοῖς καταθέσθαι τὰ ὅπλα καὶ ἐπ᾿ αὐτῇ καὶ ἑαυτοὺς καὶ τοὺς στρατιώτας ποιήσασθαι, καὶ πεισθέντας μὲν ἐπαινέσαι, εἰ δ᾿ ἀπειθήσουσι πολεμῆσαι, τὸν πόλεμον τοῖς ὑπάτοις πιστεύσασθαι. ὁ μὲν οὖν εἶπε ταῦτα, οἱ πράττοντες δὲ τὰ τοῦ Καίσαρος ἐπεκράτησαν. καί τινες πρὸς τὸν Ἀντώνιον ἐκ τῆς βουλῆς ἀπεστάλησαν κελευούσης αὐτῷ τά τε στρατόπεδα καὶ τὴν Γαλατίαν ἀφεῖναι καὶ ἀπελθεῖν εἰς Μακεδονίαν, τοῖς αὐτῷ τε συστρατευομένοις προσταττούσης οἴκαδε ἀναχωρῆσαι ῥητῆς ἡμέρας ἐντός, ἢ γινώσκειν ὡς ἐν μοίρᾳ πολε- μίων αὐτοῖς λογισθήσονται. πρὸ δὲ τοῦ τὴν γνώμην τοῦ Ἀντωνίου μαθεῖν τὸν πρὸς αὐτὸν πόλεμον τοῖς ὑπάτοις καὶ τῷ Καίσαρι, ἀρχὴν αὐτῷ στρατηγοῦ δόντες, ἐμπεπιστεύκασι. Ταῦτα μαθὼν ὁ Ἀντώνιος τοὺς μὲν πρὸς αὐτὸν σταλέντας ἐξωνείδισεν, ἀντιστείλας δ’ ἑτέρους τὴν αἰτίαν τοῦ πολέμου δι’ ὣν προετείνετο εἰς τοὺς κατ’ αὐτοῦ ψηφισαμένους ἀντιπεριίστα. οἶ δ’ ἐν τῆ̣ Ῥώμῃ πολέμιον αὖθις τὸν Ἀντώνιον ἐψηφίσαντο καὶ τοὺς αὐτῷ συστρατευομένους, εἰ μὴ αὐτὸν καταλίποιεν, ἑτέραν ἡμέραν εἰς τοῦτο αὐτοῖς ὁρισάμενοι. ὁ δὲ ἐπολιόρκει τὸν Δέκιμον ἐν τῇ Μουτίνη, οὐ μέντοι λόγου τι κατώρθωσεν ἄξιον. ὁ Δέκιμος δὲ πρῶτον μὲν ἰσχυρῶς ἠμύνετο τὸν Ἀντώνιον, ἔπειτα παντελῶς ἀπετειχίσθη. δείσας οὖν ὁ Καῖσαρ μὴ ἢ ἁλῴη ἢ ἀπορίᾳ τῶν ἐπιτηδείων ἐνδοίη, σύν γε τῷ Ἱρτίῳ ἐπεστράτευσε πρὸς Μουτίνην. τὸν δὲ πρὸς αὐτῇ ποταμὸν περαιωθῆναι οὐκ ἠδυνήθησαν διὰ τὴν ἐν αὐτῷ φρουράν· σπεύδοντες δὲ τὴν ἑαυτῶν παρουσίαν τῷ Δεκίμῳ γνωρίσαι, ἀπὸ τῶν ὑψηλοτάτων δένδρων ἐφρυκτώρουν. ὡς δ᾿ οὐ συνίει, μολίβδου λεπτὸν ἄγαν ποιήσαντες ἔλασμα ἔγραψαν ἐν αὐτῷ, καὶ ὡς χάρτην τοῦτο ἑλίξαντες κολυμβητῇ διενεγκεῖν ἔδωκαν· καὶ οὕτως ὁ Δέκιμος τὴν παρουσίαν αὐτῶν μαθὼν ἀντεπέστειλε σφίσι τὸν αὐτὸν τρόπον. Ὁ οὖν Ἀντώνιος ὁρῶν οὐκ ἐνδιδόντα τὸν Δέκιμον, ἐκείνῳ τὸν ἀδελφὸν κατέλιπε Λούκιον, αὐτὸς δ ἐπὶ τὸν Καίσαρα καὶ τὸν Ἵρτιον ὥρμησε. καὶ πρότερον μὲν ἰσοπαλεῖς ἐγίνοντο μάχαι, ὑπερέσχε δ ὕστερον ὁ Ἀντώνιος. καὶ τὸν Ἰούνιον αἰσθόμενος πλησιάζοντα, ἀπῆρε λαθὼν νυκτὸς ἐπ’ αὐτόν, καὶ ἐνεδρεύσας αὐτόν τε κατέτρωσε καὶ τῶν στρατιωτῶν τοὺς πλείους ἀπέκτεινε, τοὺς δέ γε λοιποὺς εἰς τὰ ταφρεύματα κατέκλεισε· καὶ πρὸς τὸν Καίσαρα καὶ τοὺς ἄλλους ἐτράπετο. καί οἶ ὁ Ἵρτιος κἀκ τῆς πορείας