Ancient Greek · ~14 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.13.1
Not analysed yet
Ὀκτάβιος δὲ Γάιος, ὃς Καιπίας ὠνόμαστο, ἀδελφῆς τοῦ Καίσαρος ἦν υἷός συνοικούσης Ὀκταβίῳ τῷ ἐκ Βελιτρῶν τῶν Οὐολουσκίδων, ἐτράφη δὲ παρὰ τῇ μητρὶ καταλειφθεὶς ὀρφανός. αὐξηθεὶς δὲ διῆγε παρὰ τῷ Καίσαρι ἄπαιδι ὄντι. διὸ καὶ ἔστεργε τὸν ἀδελφιδοῦν καὶ μεγάλας εἶχεν ἐπ’ αὐτῷ τὰς ἐλπίδας. ἥ τε γὰρ μήτηρ αὐτοῦ Ἀττία ἐγκυμονοῦσα αὐτὸν ἔδοξε κατ’ ὄναρ τὰ σπλάγχνα αὐτῆς εἰς τὸν οὐρανὸν ἀναφέρεσθαι καὶ ἐπὶ πάσαν ἐκτετάσθαι τὴν γῆν, καὶ ὁ ἐκείνης ἀνὴρ κατὰ τὴν αὐτὴν νύκτα ἐδόκει ὁρᾶν ἥλιον ἐκ τῆς νηδύος αὐτῆς ἀνατέλλοντα. ἄρτι δὲ τοῦ παιδὸς τεχθέντος, Νιγίδιος Φίγουλος βουλευτής, διαγινώσκειν τὰς τῶν ἀστέρων κινήσεις ἄριστα πιστευόμενος, βραδύτερον εἰς τὸ συνέδριον τοῦ Ὀκταβίου ἀπηντηκότος, ἤρετο αὐτὸν τὴν αἰτίαν τῆς βραδυτῆτος. ὡς δὲ διὰ τὸν τοῦ παιδὸς τόκον ἐκεῖνος ἔφη, ἀνεβόησεν ὅτι δεσπότην ἡμῖν ἐγέννησας. τρεφομένου δὲ τοῦ παιδὸς ἐν ἀγρῷ, ἀετὸς ἐκ τῶν χειρῶν αὐτοῦ ἐξαρπάσας ἄρτον, καὶ μετεωρισθείς, αὖθις ἀπέδωκεν αὐτὸν καταπτάς. παιδίσκου τε αὐτοῦ ὄντος καὶ ἐν ῥώμῃ διατρίβοντος, ἔδοξεν ὁ Κικέρων καθ’ ὕπνους ὁρᾶν αὐτὸν ἀλύσεσι χρυσαῖς ἐκ τοῦ πόλου πρὸς τὸ Καπιτώλιον καθιμώμενον καὶ παρὰ τοῦ Διὸς μαστιζόμενον. Κάτουλος δὲ καὶ αὐτὸς ἐν ὕπνοις ἐδόκει τὸν Δία τῆς Ῥώμης εἰκόνα εἰς τὸν κόλπον τοῦ Ὀκτα- βίου παιδὸς ἔτι ὄντος ἐμβεβληκέναι. ἐκ τούτων τοίνυν ὁ Καῖσαρ μεγάλα ἐπ’ αὐτῷ ἐπελπίσας εἰσεποιήσατό τε τὸν παῖδα καὶ κληρονόμον κατέλιπε, καὶ ἐπιμελῶς ἐπαίδευε λόγοις ῥητορικοῖς τῇ τε τῶν Λατίνων καὶ τῇ Ἑλληνίδι φωνῇ, καὶ ἤσκει πρός τε τὰς στρατείας καὶ πρὸς πραγμάτων διοίκησιν πολιτικῶν τε καὶ ἀρχικῶν. Οὗτος οὖν ὁ Ὀκτάβιος, ὅτε ὁ Καῖσαρ ἐσφάγη, ἐν Ἀπολλωνίᾳ ἔτυχεν ὤν, ἐπὶ παιδείᾳ σταλείς. ἔνθα μαθὼν τὸ συμβεβηκὸς ἐπεραιώθη πρὸς τὸ Βρεντέσιον. καὶ τάς τε διαθήκας τοῦ Καίσαρος γνοὺς καὶ ὡς ὁ δῆμος τετάρακται, τὸ ὄνομά τε τοῦ Καίσαρος ᾠκειώσατο καὶ τὸν κλῆρον ἐδέξατο καὶ τῶν πραγμάτων εἴχετο, ὀκτωκαιδεκέτης ὤν. εἰσιόντος δὲ αὐτοῦ εἰς τὴν Ῥώμην ἶρις πάντα τὸν ἥλιον ποικίλη καὶ πολλὴ περιέσχεν, ἣ προεδήλου τὴν μέλλουσαν ἔσεσθαι ταραχήν. εἰσελθὼν δὲ δημαρχῆσαι μὲν ἐπεχείρησεν, ἀλλ’ ἐκωλύθη ὑπὸ τόν περὶ τὸν Ἀντώνιον. ὁ δ’ οὐχ ἡσύχασεν, ἀλλὰ τὸν δήμαρχον ὑπελθὼν καὶ παρ’ αὐτοῦ ἐς τὸν δῆμον εἰσαχθεὶς ἐδημηγόρησέ τε καὶ τὴν καταλειφθεῖσαν εῖς ἀν’ ὑπὸ τοῦ Καίσαρος δωρεὰν εὐθὺς ἐκτίσειν ὑπέσχετο, ἄλλων τέ τινων αὐτοῖς ἐλπίδας ὑπέτεινε. καὶ οὕτω τὸν δῆμον ἐφελκυσάμενος, ἐπεί τις ἀστὴρ τότε ἐφάνη ἐξ ἄρκτου πρὸς ἐσπέραν, ὃν οἱ μὲν κομήτην ἔλεγον προσημαίνοντα οἶά που εἴωθεν, οἶ δὲ τῷ Καίσαρι αὐτόν ἀνετίθεσαν ὡς ἐς τὸν τῶν ἀστέρων ἀριθμὸν ἐγκατειλεγμένῳ, θαρσήσας ὁ πρόην μὲν Ὀκτάβιος, ἤδη δὲ Καῖσαρ κληθείς, μετὰ ταῦτα μέντοι καὶ Αὔγουστος, χάλκεον ἀνδριάντα τοῦ Καίσαρος ἀστέρα φέροντα ὑπὲρ κεφαλῆς εἰς τὸ Ἀφροδίσιον ἔστησεν. ὡς δὲ παρ’ οὐδενὸς τοῦτο κεκώλυτο, φόβῳ τοῦ δήμου, καὶ ἄλλα τινὰ εἰς τιμὴν τοῦ Καίσαρος διεπράξατο. Ἀντώνιος δὲ τὸν νέον Καίσαρα τοῦτον περιύβριζέ τε καὶ ἀδικῶν ἢν. δι’ ἅ ποτε θροῦς πρὸς τοῦ πλήθους ἐγένετο, καὶ σφόδρα πάντες σχεδὸν ἠγανάκτησαν. φοβηθεὶς οὖν ὁ Ἀντώνιος εἰς λόγους ἦλθεν αὐτῷ· καὶ ἔδοξαν κατηλλάχθαι, ἀλλ’ αὖθις ἐξ ὑποψίας τινὸς διηνέχθησαν. ὁρῶν οὖν ὁ Ἀντώνιος τὸν Καίσαρα αὐξανόμενον, ἐπεχείρησεν εἰς ἑαυτὸν τὸν ὅμιλον ἐπισπάσασθαι τινὰ αὐτοῖς χαριζόμενος. ἠδύνατο γὰρ αὐτὸς ὑπατεύων, θατέρου τῶν ἀδελφῶν αὐτοῦ δημαρχοῦντος, τοῦ Λουκίου δηλαδή, τοῦ δέ γε λοιποῦ τοῦ Γαΐου στρατηγοῦντος. τὰ δέ γε τῆς πόλεως ἐν ἀκαταστασίᾳ ἦσαν. ἐδόκει δὲ ὁ Ἀντώνιος, ἄτε καὶ ὑπατεύων, πλεονεκτεῖν. ὁ δὲ Καῖσαρ ὑπὸ τοῦ πλήθους μάλιστα ἐσπουδάζετο, καὶ διὰ τὸν πατέρα καὶ διὰ τὰς ὑποσχέσεις ἃς ἐποιεῖτο, τὸ δὲ μεῖζον, ὅτι πολὺ δυναμένῳ τῷ Ἀντωνίῳ ἤχθοντο καὶ ταπεινῶσαι αὐτὸν ἐβούλοντο.