Ancient Greek · ~16 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.16.1
Not analysed yet
Ἐπεὶ οὖν τούς τε στρατιώτας ᾠκειώσατο καὶ τὴν βουλὴν ἐδουλώσατο, τὴν τῶν καταλειφθέντων τῷ δήμῳ διανομὴν παρὰ τοῦ πατρὸς ἐποιήσατο, ἵνα καὶ τούτους ἐφ’ ἑαυτὸν ἐπισπάσηται καὶ μὴ ἐναντιουμένους ἔξει πρὸς τὴν τῶν φονέων τοῦ πατρὸς τιμωρίαν τραπόμενος. δικαστήρια μὲν οὖν ἐκάθισεν, ἔνα μὴ δοκῇ βιαίως τι πράττειν, καὶ ταύτα τῶν πλειόνων ἀπόντων, τινῶν δὲ καὶ ἡγεμονίας ἐχόντων ἐθνῶν. εἰ δέ τινες καὶ παρῆσαν, οὔτε ἀπήντησαν δεδιότες, ἀλλὰ καὶ λάθρᾳ που ἐξεχώρησαν. ἐρήμην οὖν οὐχ οἶ αὐτόχειρες οὐδ’ οἶ συνομόσαντες μόνον ἥλωσαν, ἀλλὰ καὶ συχνοὶ ἕτεροι μὴ μετασχόντες τῆς ἐπιβουλῆς, τινὲς δὲ μηδ᾿ ἐνδημοῦντες τότε τῇ πόλει, ὧν εἷς ἦν καὶ ὁ Πομπήιος Σέξτος· οἳ πυρός τε καὶ ὕδατος εἴρχθησαν καὶ αἱ οὐσίαι σφῶν ἐδημεύθησαν. Ταῦτα τοίνυν πράξας ὁ Καῖσαρ ἐπὶ τὸν Λέπιδον τὸν Ἀντώνιον δῆθεν ἐστράτευσεν· ἔργον δ᾿ οὐδὲν ἔπραξεν, οὐχ ὅτι τῷ Ἀντωνίῳ κεκοινολόγητο καὶ δι᾿ ἐκείνου καὶ τῷ Λεπίδῳ, ἀλλ᾿ ὅτι ἰσχυροὺς αὐτοὺς ἐώρα καὶ ὁμογνώμονας, καὶ ἤλπισε δι᾿ αὐτῶν τόν τε Κάσσιον καὶ τόν Βροῦτον μέγα δυνηθέντας ἤδη καταγωνίσασθαι καὶ μετὰ τοῦτο κἀκείνους δι᾿ ἀλλήλων χειρώσασθαι. διὰ ταῦτα τὰς συνθήκας ὁ Καῖσαρ καὶ ἄκων ἐτήρησε, καὶ καταλλαγὰς αὐτοῖς πρὸς τὴν βουλὴν καὶ πρὸς τὸν ὅμιλον ἐπρυτάνευσεν, οὐκ αὐτὸς ταύτας εἰσηγησάμενος διὰ τὸ ἀνύποπτον, ἀλλὰ τὸν Κύιντον τοῦτο συμβουλεῦσαι παρασκευάσὰς. αὐτὸς δὲ τῶν ἐν τῇ πόλει κοινωσαμένων αὐτῷ περὶ τούτου ἄκων προσεποιεῖτο τῇ πράξει συγκατατίθεσθαι, παρὰ τῶν στρατιωτῶν βιαζόμενος. ψηφισθείσης δὲ τῆς καταλλαγῆς αὐτοῖς, ὥρμησαν καὶ ἄμφω ἐπὶ τὸν Καίσαρα, τὸ πλεῖστον καὶ τὸ κράτιστον τού στρατοῦ ἐπαγόμενοι. οὔτε γὰρ βεβαίως ἐπιστευον αὐτῷ οὔτε δι᾿ ἐκεῖνον ἤθελον δοκεῖν τὴν ἄδειαν ψηφισθῆναι αὐτοῖς καὶ τὴν κάθοδον, δι᾿ ἐαυτοὺς δὲ καὶ τὴν σφετέραν ἰσχύν, καὶ τυχεῖν ἤλπιζον ὧν ἐβούλοντο διὰ τὰ στρατόπεδα. καὶ ὁ Καῖσαρ δ᾿ αὐτοῖς μετὰ πλήθους στρατιωτῶν προσυπήντησε. καὶ συνῆλθον εἰς ὁμιλίαν, διαλεξάμενοί τέ τινα ἡσυχῇ τὸ μὲν σύμπαν ἐπί τε τῇ δυναστείᾳ καὶ κατὰ τῶν ἐχθρῶν συνώμοσαν, ἐς δὲ τὸ φανερὸν διωμολογήσαντο κοινῇ τοὺς τρεῖς ἐπιμελητὰς καὶ διοικητὰς τῶν πραγμάτων γενέσθαι ἐπὶ πενταετίᾳ, ἵνα μὴ ὀλι- γαρχίας· δοκῶσιν ἐφίεσθαι. ἰδίᾳ δὲ καὶ ἀρχὰς ἐθνῶν ἑαυτοῖς προσενείμαντο, ἔνα μὴ πᾶσαν τὴν ἀρχὴν νομίζωνται σφετερίζεσθαι. καὶ τῶν ἐχθρῶν σφαγὰς ἀλλήλοις ἀντέδοσαν. καὶ Λεπίδῳ μὲν τῆς τε Ῥώμης τὴν φυλακὴν καὶ τῆς λοιπῆς Ἰταλίας ἀνέθεσαν, Καῖσαρ δὲ καὶ Ἀντώνιος ἐπὶ τὸν Μάρκον Βροῦτον στρατεύσασθαι συνέθεντο καὶ τὸν Κάσσιον. καὶ ὅρκοις τὰ δόξαντα ἐπιστώσαντο, καὶ τοὺς στρατιώτας συγκαλέσαντες ἐδημηγόρησαν ὅσα ἐπὶ τούτοις εἰκός. οἱ δὲ τοῦ Ἀντωνίου στρατιῶται ἐξ ὑποθήκης αὐτοῦ τὴν θυγατέρα τῆς γυναικὸς Ἀντωνίου Φουλβίας, ἣν εἶχεν ἐκ τοῦ Κλωδίου, λαβεῖν ἠξίουν τὸν Καίσαρα. κἀκεῖνος οὐ παρῃτήσατο, καίτοι ἑτέρας αὐτῷ προμεμνηστευμένης. Ἐντεῦθεν εἰς τὴν Ῥώμην ἠπείγοντο. σημεῖα δέ τινα τῶ τε Ἀντωνίῳ καὶ τῷ Λεπίδῳ ἀπαίσια συμβεβήκασι, τῷ Καίσαρι δὲ ἀετός ὑπὲρ τῆς σκηνῆς ἱδρυθεὶς δύο κόρακας προσπεσόντας αὐτῷ καὶ τίλλειν τινὰ τῶν πτερῶν αὐτοῦ πειρωμένους ἀπέκτεινεν· ὃ τὴν νίκην κατ’ ἀμφοτέρων τῶν συνιόντων αὐτῷ προεσήμαινε. καὶ οἱ μὲν οὕτως εἰς τὴν Ῥώμην ἤλθοσαν μετὰ τῶν στρατευμάτων, καὶ παραχρῆμα τὰ σφίσι δόξαντα ἔπραττον· καὶ σφαγαὶ πολλῶν ἐποιήθησαν, ὡς πληρωθῆναι τὴν πόλιν νεκρῶν. οἱ μὲν γὰρ ἐν ταῖς οἰκίαις, οἶ δὲ ἐν ταῖς ὁδοῖς κἀν ταῖς ἀγοραῖς καὶ πρός τοῖς ἱεροῖς ἀπεκτίννυντο, καὶ αἶ μὲν κεφαλαὶ αὐτῶν ἐπὶ τὸ βῆμα αὐτοῖς ἀνετίθεντο, τὰ δὲ λοιπὰ σώματα τὰ μὲν αὐτοῦ που ἐρριπτεῖτο βορὰ κυσί τε καὶ ὄρνισι, τὰ δὲ εἰς τὸν ποταμὸν ἐνεβάλλετο. καὶ οὐχ οἱ ἐχθροὶ αὐτῶν, ἀλλὰ καὶ οἶ φίλοι ἀπώλλυντο. πάντας γὰρ τοὺς ἑκάστῳ τῶν τριῶν συναραμένους ἢ συμπράξαντας ἐν πολεμίων μοίρᾳ οἱ ἄλλοι ἐτίθεντο. καὶ οὕτω συνέβαινε τοὺς αὐτοὺς καὶ φίλους τινὶ αὐτῶν καὶ ἐχθροὺς τοῖς ἑτέροις εἶναι, ὥστε ἐν ᾧ ἰδίᾳ ἕκαστος τοὺς ἐπιβουλεύσαντας αὐτῷ ἠμύνετο, καὶ τοὺς φιλτάτους κοινῇ συναπώλλυσαν. οὐ γάρ τις τὸν ἑαυτοῦ ἐχθρὸν τιμωρήσασθαι φίλον ἑτέρου ὄντα ἠδύνατο, μὴ ἀντιδιδοὺς ἕτερον φίλον ἑαυτοῦ νομιζόμενον, ἢ καὶ πλείους, εἰ ὁ αἰτούμενος εἰς σφαγὴν ἔντιμος ἦν ἐξ ἀρετῆς ἢ γένους ἢ ἀξιώμα- τος. καὶ τοὺς πλουσίους δέ, κἂν μηδὲν εἶχον αὐτοῖς ἐγκαλεῖν, προσαπώλλυον, πολλῶν χρημάτων δεόμενοι, ἵνα τὰς ἐπιθυμίας τῶν στρατιωτῶν ἀποπλήσωσι.