Ancient Greek · ~14 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.17.1
Not analysed yet
Ταῦτα δὲ ὑπὸ τοῦ Λεπίδου καὶ τοῦ Ἀντωνίου ἐπράττετο μάλιστα. τιμηθέντες γὰρ ὑπὸ τοῦ προτέρου Καίσαρος, καὶ ἐπὶ πλεῖστον ἄρξαντες καὶ ἡγεμονεύσαντες, καὶ πλείστους εἶχον ἐχθρούς. ἐδόκει δὲ καὶ ὑπὸ τοῦ νέου Καίσαρος γίνεσθαι διὰ τὴν τῆς δυναστείας κοινωνίαν. αὐτὸς γὰρ οὐ συχνοὺς ἀπέκτεινε, φύσει τε οὐκ ὠμὸς ὣν καὶ τεθραμμένος τοῖς ἤθεσι τοῦ πατρός, καὶ μήτε πολλοῖς μῖσος τρέφων σφοδρὸν καὶ φιλεῖσθαι πραγματευόμενος. καὶ οὐ μόνον οὐ πολλοὺς ἔφθειρεν, ἀλλὰ καὶ ἔσωσε πλείστους· καὶ τοῖς κρύψασί τινας ἐπιεικέστατα ἐχρήσατο, ἐπεὶ θάνατος καὶ τούτοις προείρητο. Ὁ δὲ Λέπιδος ἀπαραίτητος ἦν, καὶ ὁ Ἀντώνιος ὠμῶς καὶ ἀνηλεῶς ἔκτεινε καὶ τοὺς ἐπικουρῆσαι τοῖς κτεινομένοις ἐπιχειροῦντας, καὶ τὰς κεφαλὰς τῶν σφαττομένων καὶ σιτούμενος ἐπεσκόπει, καὶ τῆς ἀνοσίου θέας αὐτῶν ἐνεπίμπλατο. καὶ ἡ γυνὴ αὐτοῦ ἡ Φουλβία πολλοὺς καὶ αὐτὴ καὶ δι’ ἔχθραν καὶ διὰ χρήματα ἐθανάτωσεν, ἔστι δ᾿ οὓς οὐδὲ γινωσκομένους ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς. ποτὲ γοῦν καὶ τῆς τοῦ Κικέρωνος κεφαλῆς κομισθείσης, φεύγων γὰρ κατελήφθη καὶ ἐσφάγη, ὁ μὲν Ἀντώνιος πολλὰ αὐτὸν βλασφημήσας ἐκέλευσεν αὐτὴν ἐκφανέστερον τῶν ἄλλων ἐν τῷ βήματι προτεθῆναι, ἵν᾿ ὅθεν ἠκούετο δημηγορῶν κατ’ αὐτοῦ, ἐκεῖ μετὰ τῆς χειρὸς τῆς δεξιάς ὁρῷτο· οὕτως γὰρ ἀπετέτμητο. ἡ δὲ δὴ Φουλβία ἔς τε τὰς χεῖρας αὐτὴν ἔλαβε, καὶ ἐμπικραναμένη καὶ ἐμπτύσασα ἐπὶ τὰ γόνατα ἔθηκε, καὶ τὸ στόμα αὐτῆς διανοίξασα τὴν γλῶσσαν ἐξείλκυσε, καὶ ταῖς βελόναις, αἷς εἰς τὴν κεφαλὴν ἐκέχρητο, κατεκέντησε, πολλὰ καὶ μιαρὰ ἐπισκώπτουσα. Πολλοὶ μὲν οὖν ἀπώλοντο, τινὲς δὲ καὶ ἐσώθησαν. δοῦλοι γὰρ τὰς τῶν δεσποτῶν ἐσθῆτας περιβαλλόμενοι, ἐκείνους κατακρύψαντες, ὡς οἱ δεσπόται ἐσφάγησαν. καί τις στιγματίας δοῦλος οὐ μόνον οὐ προέδωκε τὸν στίξαντα αὐτὸν δεσπότην, ἀλλὰ καὶ περιέσωσεν. ὡς γὰρ συναπεδίδρασκε τῷ δεσπότῃ καὶ διώκεσθαι ἔγνω, ἀπέκτεινέ τινα συναντήσαντα σφίσι, καὶ τὴν στολὴν ἐκείνου τῷ δεσπότῃ δούς, ἀπιέναι ἀφῆκεν· αὐτὸς δὲ πυρὰν ἀνάψας τὸν νεκρὸν ἐπέθηκεν ἐπ’ αὐτήν, τὴν δ’ ἐσθῆτα τοῦ δεσπότου καὶ τὸν δακτύλιον φέρων ἀπήντησε τοῖς διώκουσι, καὶ εἰπὼν φεύγοντα τὸν δεσπότην ἀποκτεῖναι ἐπιστεύθη διὰ τὰ σκῦλά τε καὶ τὰ στίγματα, καὶ ἐκεῖνον ἔσωσε, καὶ αὐτὸς ἐτιμήθη. Κύιντον δὲ Κικέρωνα τὸν τοῦ Μάρκου ἀδελφὸν ὁ παῖς ἐξέκλεψε, καὶ στρεβλωθεὶς ἐπὶ τούτῳ οὐκ ἐξελάλησεν. ὁ δὲ πατὴρ αὐτοῦ μαθὼν τὸ γινόμενον καὶ ἐλεήσας τὸν παῖδα ἐθελοντὴς αὐτὸς ἑαυτὸν τοῖς σφαγεῦσι παρέδωκε. πολλοὶ δὲ καὶ λανθάνοντες ἀπεδίδρασκον καὶ πρὸς τὸν Βροῦτον ἀπῄεσαν καὶ τὸν Κάσσιον. οἶ δέ γε πλείους τῷ Σέξτῳ προσεχώρουν. ναυαρχεῖν γὰρ πρότερον αἱρεθείς, καὶ χρόνον τινὰ ἐν τῇ θαλάσσῃ δυνηθείς, ἰσχὺν οἰκείαν, καίτοι τῆς ἀρχῆς ὕστερον ὑπὸ τοῦ Καίσαρος στερηθείς, περιεβάλλετο, καὶ τὴν Σικελίαν κατέσχεν. εἶτα, ὡς καὶ ἐκείνῳ ἐπεκηρύχθη αἵ τε ἄλλαι σφαγαὶ ἐγένοντο, πλεῖστον τοῖς ὁμοίοις συνήρατο, ὑποδεχόμενος τοὺς ἐς αὐτὸν ἰόντας καὶ παντοίως ἐπικουρῶν· ὅθεν καὶ συχνοὶ πρὸς αὐτὸν ἦλθον. Τοιαῦτα μὲν περὶ τὰς σφαγὰς ἐγίνετο, πολλὰ δὲ καὶ ἄτοπα καὶ περὶ τὰς τῶν ἄλλων οὐ οὐσίας σὺν ἔβαινε, καὶ αἱ τῶν εὐπόρων οἰκίαι ἐπορθοῦντο, καὶ ἐνοίκιον ἐνιαύσιον πασῶν τῶν ἐν τῶ ἄστει οἰκιῶν καὶ τῶν ἐν τῇ λοιπῇ Ἰταλίᾳ ἐπράξαντο, τῶν μὲν μισθωθεισῶν καθ’ ὁλόκληρον, ὧν δ’ οἶ δεσπόται ᾤκουν, ἐξ ἡμισείας, σείας, πρὸς τὴν τῆς καταγωγῆς ἀξίαν· καὶ τοὺς τῶν χωρίων κτήτορας τὸ ἥμισυ τῶν προσόδων ἀφείλοντο, καὶ τὰ κτήματα τῶν κτεινομένων τοῖς στρατιώταις παρεῖχον, τὰ μὲν δῶρον, τὰ δὲ ἐπευωνίζοντες· ἀπείρητο γὰρ μηδένα τῶν ἄλλων ἀπαντᾶν εἰς τὸ πρατήριον ὠνησόμενον· θάνατον τάξαντες τῷ ἀπαντήσαντι ἐπιτίμιον. καὶ ἀρχὰς καὶ τιμὰς καὶ ἀρχιερωσύνας ἐδίδοσαν, καὶ νόμους τοὺς μὲν ἀπήλειψαν, τοὺς δὲ ἀντενέγραψαν, καὶ πᾶν κατὰ τὸ δοκοῦν αὐτοῖς ἔπρασσον, ὥστε χρηστὴν τὴν τοῦ ἀνῃρημένου Καίσαρος μοναρχίαν νομίζεσθαι.