Ancient Greek · ~20 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.2.1
Not analysed yet
Ταῦτα δὲ πράττων ἐν Σικελίᾳ ἐδέξατο γράμματα τῆς συγκλήτου καὶ Σύλλα κελεύοντα πλεῖν εἰς Λιβύην καὶ πολεμεῖν Δομιτίῳ. καὶ ὁ μὲν ἐξέπλει, ἑπτάκις δὲ δὲ αὐτῷ τῶν ὑπὸ τὸν Δομίτιον προσεχώρησαν. ἀντιτεταγμένου δὲ Δομιτίου συρρήγνυνται τὰ στρατεύματα ,καὶ νικῶσιν οἱ Πομπηίου ,καὶ ὁ Δομίτιος κτείνεται. τόν δὲ πόλεων αἱ μὲν εὐθὺς προσεχώρησαν ,αἱ δὲ κατὰ κράτος ἑάλωσαν. καὶ εἰς τὴν Νομαδικὴν ἐμβαλών, καὶ πάντων κρατήσας οἶς ἐνέτυχε τεσσαράκοντα ταῖς πάσαις ἡμέραις, γράμματα δέχεται Σύλλα, ἀφεῖναι μὲν τὴν ἄλλην στρα- τιάν, αὐτὸν δὲ μεθ’ ἑνὸς τάγματος περιμένειν εἰς Ἰτύκην τὸν διαδεξόμενον στρατηγόν. ἐπὶ τούτοις αὐτὸς μὲν καθ᾿ ἑαυτὸν ἤχθετο, ὁ δὲ στρατὸς εἰς τοὐμφανὲς ἠγανάκτει. καὶ θέλοντος προελθεῖν Πομπηίου, τοῦ τε Σύλλα κακῶς ἐμνημόνευον κἀκεῖνον οὐκ εἴων πιστεύειν τῷ τυράννῳ ἑαυτόν. καὶ ὁ μὲν ἐπειρᾶτο πραύνειν αὐτούς, οἱ δὲ μένειν αὐτὸν καὶ ἄρχειν ἐκέλευον, ἄχρις οὗ προσλιπαρούντων καὶ καταβοώντων ὤμοσεν ἀναιρήσειν ἑαυτόν, εἰ βιάζοιντο· καὶ μόλις οὕτως ἐπαύσαντο. Πρῶτον μὲν οὖν ἠγγέλη τῷ Σύλλα ἀφεστάναι Πομπήιον ,εἶτα πυθόμενος τἀληθὲς ἀπήντησεν αὐτῷ προσιόντι καὶ δεξιωσάμενος Μάγνον προσεῖπε μεγάλῃ φωνῇ· σημαίνει δὲ μέγαν ὁ Μάγνος. θρίαμβον δὲ Πομπηίου αἰτοῦντος ὁ Σύλλας ἀντέλεγεν ὡς ὑπάτῳ ἢ στρατηγῷ θριαμβεύειν νενόμισται ,ἄλλῳ δὲ οὐδενί· εἰ δὲ Πομπήιος οὔπω γενειῶν ἀκριβῶς θριαμβεύσει, εἰ, ᾧ βουλῆς διὰ τὴν ἡλικίαν οὐ μέτεστιν, ἐπίφθονος ἔσται αὐτῷ ἡ τιμή. ταῦτα τοῦ Σύλλα λέγοντος ὁ Πομπήιος οὐχ ὑπέπτηξεν ,ἀλλ’ ἐννοεῖν ἔφη δεῖν ὅτι τὸν ἥλιον ἀνατέλλοντα πλείονες ἢ δυόμενον προσκυνοῦσι ,δηλῶν ἐντεῦθεν ὡς αὐτῷ μὲν ἡ δύναμις αὔξεται ,ἐκείνῳ δὲ μειοῦταί τε καὶ μαραί- νεται. πρὸς ταῦτα ὁ Σύλλας καταπλαγείς ,δὶς ἐφεξῆς “θριαμβευσάτω” ἐβόησεν. ὡς δὲ οἱ στρατιῶται ἐνοχλεῖν ἐβούλοντο καὶ θορυβεῖν, μὴ τυχόντες ἡλίκων προσεδόκησαν ,ὁ Πομπήιος ἀφήσειν ἔφη μᾶλλον τὸν θρίαμβον ἦι κολακεύσειν τοὺς στρατιώτας. πρὸς ὃ Σερουίλιος ἀνὴρ ἐπιφανὴς καὶ ἀντιλέγων πρὶν πρὸς τὸν θρίαμβον “νῦν’’, ἔφη, “Πομπήιος καὶ Μάγνος ἀληθῶς καὶ ἄξιος θριαμβεῦσαι”. Σύλλας δὲ ἠνιᾶτο μὲν ὁρῶν εἰς ὅσον πρόεισι δόξης καὶ δυνάμεως ὁ Πομπήιος ,αἰσχυνόμενος δὲ κωλύειν ἡσυχίαν ἦγε. Λέπιδος μέντοι σπουδῇ Πομπηίου ὑπατείας τυχών, εἰς τὴν Σύλλα δύναμιν ἐκείνου τελευτήσαντος ἑαυτὸν εἰσεποίει, καὶ εὐθὺς ἔνοπλος ἦν, τὰ τῶν στάσεων ἀνακινῶν ὑπολείθμματα. καὶ ὁ Πομπήιος ἡγεμὼν στρατεύματος ἀπεδείχθη κατὰ Λεπίδου, ἤδη πολλὰ τῆς Ἰταλίας κεκινηκότος καὶ τὴν ἐντός Ἄλπεων Γαλατίαν διὰ Βρούτου κατέχοντος. τῶν μὲν οὑν ἄλλων ῥᾳδίως ἐκράτησεν ὁ Πομπήιος, ἀντικαθήμενος δὲ τῷ Βρούτῳ ἐχρόνισεν. εἶτα ἑαυτὸν ὁ Βροῦτος αὐτῷ ἐνεχείρισεν ,ἢ μεταβαλλόμενος ἢ προδοθείς. καὶ ὁ μὲν ἀνῃρέθη, οὗπερ υἱὸς ἢν ὁ τὸν Καίσαρα ὕστερον διαχειρισάμενος Βροῦτος, Λέπιδος δὲ τῆς Ἰταλίας ἐκπεπτωκὼς νόσω ἀπέθανεν. Ὁ μέντοι Σερτώριος τὴν Ἰβηρίαν ἔχων φοβερὸς ἣν. καὶ πρὸς τοῦτον οὖν ὁ Πομπήιος ἐστάλη, συμμαχήσων C Ὀππίῳ Μετέλλῳ μαχομένῳ πρὸς τὸν Σερτώριον. εἰς Ἰβηρίαν δὲ ἀφικόμενος πρῶτον μὲν δυσὶ στρατηγοῖς ἀντικατέστη τοῦ Σερτωρίου, καὶ νικήσας ὑπὲρ μυρίους ἀπέκτεινεν· εἶτα καὶ αὐτῷ Σερτωρίῳ προσμίξας ἀμφίδοξον ἔσχηκε τὸν ἀγῶνα. ἐπελθόντος δὲ Πομπηίῳ ὄντι ἱππότῃ ἀνδρὸς μεγάλου πεζοῦ, ὁ μὲν Πομπήιος ὑπ’ ἐκείνου ἐπλήγη τὴν χεῖρα, ἐκεῖνος δὲ ὑπὸ Πομπηίου αὐτὴν ἀπεκόπη. ἑνωθεὶς δὲ τῷ Μετέλλω ἐτίμησε τὸν ἄνδρα καὶ ἐτιμήθη. Ἀλλὰ τοῦ Σερτωρίου δολοφονηθέντος ὑπὸ τῶν φίλων, Περπέννας ὁ τῶν αὐτοῦ ἡγεμόνων κορυφαιότατος ἐπεχείρησεν ἐκείνῳ ποιεῖν ὁμοίως, τὰς ἐκείνου δυνάμεις περιβαλόμενος. ἀλλ’ ὁ Πομπήιος ἀντιταξάμενος αὐτῷ ἐκράτησε πάντων · καὶ διεφθάρησαν οἱ πλεῖστοι τῶν ἡγεμόνων ἐν τῇ μάχῃ, αὐτὸν δὲ ’τον Περπένναν ἑαλωκότα ζωὸν ἀπέκτεινε. καὶ προσμείνας ἐκεῖ καὶ καταστήσας τὰ πράγματα καὶ κατασβέσας τὰς ταραχὰς εἰς Ἰταλίαν ἀπήγαγε τὸν στρατόν. ἦν δ’ ὑποψία καὶ δέος ὡς οὐ προήσεται τὸ στράτευμα, δι’ ὅπλων δὲ βαδιεῖται μοναρχίας κατάρχων. κατάρχων. ὁ δὲ καὶ ταύτην ἀνεῖλε τὴν ὑπόνοιαν, ἀφήσειν τὸ στράτευμα φήσας μετὰ τὸν θρίαμβον. ἕν δ’ ἔτι οἶ βασκαίνοντες αὐτὸν ᾐτιῶντο, ὅτι τῷ δήμῳ μᾶλλον ἢ τῇ βουλῇ προσένεμεν ἑαυτόν · ὅπερ ἦν ἀληθές. οὐ γὰρ ἔστιν οὗτινος ἐμμανέστερον ὁ Ῥωμαίων ἠράσθη δῆμος. ἐψηφίσθη γοῦν αὐτῷ ὑπατεία καὶ δεύτερος θρίαμβος· συνυπατεύειν δὲ αὐτῷ καὶ ὁ Κράσσος ἐψηφίσθη αὐτοῦ σπουδάσαντος. ἀλλ’ ἀποδειχθέντες ὕπατοι διεφέροντο, καὶ ἐν μὲν τῇ βουλῇ ὁ Κράσσος ἴσχυε μᾶλλον, παρὰ δὲ τῷ δήμῳ ἐκράτει Πομπήιος. παρῃτήσατο δὲ καὶ τὴν στρατη- γίαν· καὶ ἔθους ὄντος τοῖς Ῥωμαίοις ἱππεῦσιν, ὅταν στρατεύσωνται τὸν νόμιμον χρόνον, ἄγειν τὸν ἵππον εἰς ἀγορὰν ἐπὶ τοὺς τιμητάς, καταριθμεῖσθαί τε τῶν στρατηγῶν καὶ αὐτοκρατόρων ἕκαστον ὑφ’ οἶς ἐστρατεύσαντο, καὶ εὐθύνας διδόναι τῆς στρατείας καὶ οὕτως ἀφίεσθαι, νεμομένης τιμῆς ἢ ἀτιμίας προσηκούσης τοῖς βίοις ἑκάστων, τότε προεκάθηντο μὲν οἱ τιμηταὶ καὶ οἶ ἱππεῖς παρῄεσαν ἐξεταζόμενοι, ὤφθη δὲ καὶ Πομπήιος εἰς τὴν ἀγορὰν τὰ μὲν ἄλλα παράσημα τῆς ἀρχῆς ἔχων, αὐτὸς δ’ ἄγων τὸν ἵππον διὰ χειρός. ἦν δὲ τοῦ δήμου θαῦμα καὶ σιωπή. εἶτα ὁ εἷς τῶν τιμητῶν “πυνθάνομαί σου’’ εἶπεν “ὦ Πομπήιε Μάγνε, εἰ πάσας ἐστράτευσαι τὰς κατὰ νόμον στρατείας.” ὁ δὲ μεγάλῃ φωνῇ “ἐστράτευμαι ἀπεκρίνατο, “καὶ πάσας ὑπ’ ἐμαυτῷ αὐτοκράτορι.’ πρὸς τοῦτο ὁ δῆμος ἐξέκραγε, καὶ οἱ τιμηταὶ τοῖς πολίταις χαριζόμενοι ἀναστάντες προέπεμπον αὐτὸν οἴκαδε.