Ancient Greek · ~9 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.3
Not analysed yet
Ἤδη δὲ τῆς ἀρχῆς περανθείσης ἀπέθετο αὐτὴν C ὁ Πομπήιος. καὶ μετὰ ταῦτα ὁ πειρατικὸς αὐτῷ ἀνετέθη πόλεμος. ὥρμητο μὲν γὰρ ἡ πειρατικὴ δύναμις ἐκ Κιλικίας ,ἐν τῷ Μιθριδατικῷ πολέμῳ ταῖς βασιλικαῖς ὑπηρεσίαις χρήσασα ἑαυτήν · εἶτα Ῥωμαίων ἐν τοῖς ἐμφυλίοις πολέμοις συμπεσόντων ἀλλήλοις, ἀφύλακτος οὖσα ἡ θάλασσα κατ’ ὀλίγον αὐτοὺς ἐφειλκύσατο· καὶ δύναμιν σχόντες οὐ τοῖς πλέουσιν ἐπετίθεντο μόνον, ἀλλὰ καὶ νήσους καὶ πόλεις παραλίους παρεσπῶντο. ἐγένοντο δ᾿ οὑν αἱ μὲν λῃστρικαὶ νῆες ὑπὲρ χιλίας, αἱ δὲ ἁλοῦσαι ὑπ’ αὐτῶν πόλεις ὑπὲρ τετρακοσίας. πολλὰ δὲ καὶ τῶν ἀβάτων ἐξέκοψαν ἱερῶν ,ἐνύβριζον δὲ καὶ τοῖς Ῥωμαίοις. ὁπότε γάρ τις ἀλοῦς ἀνεβόησε Ῥωμαῖος εἶναι, ἐκπεπλῆχθαι προσ- ποιούμενοι καὶ δεδιέναι, τούς τε μηροὺς ἐπαίοντο καὶ προσέπιπτον αὐτῷ· καὶ οἱ μὲν ὑπέδουν αὐτὸν κάλτια, οἱ δὲ τήβεννον περιέβαλλον ,οὕτω τε κατειρωνευσάμενοι τέλος ἐν μέσῳ πελάγει κλίμακα προβαλόντες ἐκέλευον ἐκβαίνειν καὶ ἀπιέναι χαίροντα· εἰ δὲ μὴ βούλοιτο ,ὠθοῦντες αὐτὸν κατέδυον. Πάσης δὲ θαλάσσης ἀπλώτου τοῖς ἐμπόροις οὔσης, σπάνις ἦν τῶν ἀναγκαίων ἐν τῇ ἀγορᾷ. δόξαν δὲ τὸν Πομπήιον ἐκπέμψαι κατὰ τῶν πειρατῶν, Γαβίνιος εἷς τῶν Πομπηίου συνήθων ἔγραψε νόμον οὐ ναυαρχίαν, ἄντικρυς δὲ μοναρχίαν αὐτῷ διδόντα. ἐδίδου γὰρ ὁ νόμος αὐτῷ ἀρχὴν τῆς ἐντὸς Ἡρακλείων στηλῶν θαλάσσης ,ἠπείρου δὲ πάσης ἀπὸ θαλάσσης ἐπὶ τετρακόσια στάδια, καὶ πεντεκαίδεκα πρεσβευτὰς ἐκ τῆς βουλῆς ἑλέσθαι ἐπὶ τὰς κατὰ μέρος ἡγεμονίας, χρήματα δὲ λαμβάνειν ἐκ τῶν ταμιείων καὶ τῶν τελῶν ὅσα βούλοιτο, καὶ ναῦς διακοσίας. ταῦτα ὁ μὲν δῆμος προθύμως ἐδέξατο· οἶ δὲ τῆς συγκλήτου εροφαμέστεροι φόβου ἄξιον ἐνόμιζον τὸ τῆς ἐξουσίας ἀπερίληπτον καὶ ἀόριστον, καὶ ἀντέλεγον, πλὴν Καίσαρος · οὗτος δὲ συνηγόρει τῷ νόμῳ, οὐ διὰ τὸν Πομπήιον, τὸν δῆμον δὲ θεραπεύων καὶ οἰκειούμενος ἑαυτῷ. τέως μέντοι ἐκυρώθη τὸ ψήφισμα. καὶ ὁ Πομπήιος εἰς ἐκκλησίαν ἐλθὼν διπλάσια τὰ ἐψηφισμένα λαβεῖν διεπράξατο. διελὼν οὑν τὰ πελάγη καὶ διαστήματα τῆς θαλάσσης εἰς μέρη τρισκαίδεκα, καὶ νεῶν ἀριθμὸν ἐφ’ ἑκάστῳ καὶ ἄρχοντα τάξας, ἐκάθηρε τῶν λῃστηρίων τὸ Τυρρηνικὸν πέλαγος, τὸ Λιβυκόν, τὸ περὶ Σαρδόνα καὶ Κύρνον καὶ Σικελίαν, ἡμέραις τεσσαράκοντα. εἶτα παραπλέων τὰς πόλεις μετὰ σπουδῆς οὐ παρῆλθε τὰς Ἀθήνας. ἀναβὰς δὲ καὶ θύσας καὶ προσαγορεύσας τὸν δῆμον, εὗρεν ἐπιγραφὰς εἰς αὐτὸν πεποιημένας, ὧν ἡ μὲν ἐντὸς τῆς πύλης ἔλεγεν Ἐφ’ ὅσον ὢν ἄνθρωπος οἶδας, ἐπὶ τοσοῦτον εἶ θεός · η δ ἐκτὸς Προσεδοκῶμεν ,προσεκυνοῦμεν ,εἴδομεν, προπέμπομεν.