Ancient Greek · ~13 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.28.1
Not analysed yet
Καίσαρος. Ταῦτ’ οὖν ἐπενεκάλουν ἀλλήλοις. καὶ τέως οὐκ ἀναφανδὸν κατ᾿ ἀλλήλων ὡπλίζοντο, ἕως Δομίτιος Γναῖος καὶ Σόσσιος Γάιος, τῆς τοῦ Ἀντωνίου μερίδος ὄντες, ὑπάτευσαν. τότε δὲ προδήλως ἐπολεμώθησάν. ὁ γὰρ Σόσσιος πολλὰ μὲν ἐν τῇ νουμηνίᾳ ἐπῄνεσε τὸν Ἀντώνιον, πολλὰ δὲ κατεῖπε τοῦ Καίσαρὸς. καὶ τότε μὲν ὁ Καῖσαρ τῆς πόλεως ἐξεχώρησεν, αἰτίαν ἄλλην πλασάμενος· μετὰ δὲ ταῦτα ἐπανελθών, καὶ φρουρὰν ἑαυτῷ περιστήσας στρατιωτῶν, μέτρια μὲν ὑπὲρ ἑαυτοῦ διειλέχθη, τοῦ δὲ Ἀντωνίου καὶ τοῦ Σοσσίου πολλὰ κατηγόρησε, καὶ τὸν Ἀντώmον διὰ γραμμάτων ἐξελέγχειν ὑπέσχετο. οἶ οὖν ὕπατοι μήτ᾿ ἀντειπεῖν θαρροῦντες μήτε σιωπᾶν ὑπομένοντες, τῆς πόλεως ἐκχωρήσαντες ἀπῆλθον πρὸς τὸν Ἀντώνιον, καὶ τῶν ἄλλων βουλευτῶν οὐκ ὀλίγοι αὐτοῖς συναπεληλύθασιν· καὶ αὖθις ἕτεροι τὸν Ἀντώνιον λιπόντες τῷ Καίσαρι προσεχώρησαν, ὅτι τήν τε τῆς Ὀκταβίας συνοίκησιν ἀπείπατο καὶ ὅτι τῇ Κλεοπάτρᾳ ἤχθοντο. ἐξ ὧν μαθὼν ὁ Καῖσαρ τά τε ἄλλα τοῦ Ἀντωνίου καὶ τὰς διαθήκας αὐτοῦ καὶ παρὰ τίνι ἐτύγχανον, ἔλαβέ τε αὐτὰς καὶ δημοσίᾳ ἀνέγνω, πρᾶγμα ποιήσας παρανομώτατον. τοσαύτην δὲ διὰ τὰ γεγραμμένα ὀργὴν καὶ οἱ πάνυ ἐκείνῳ προσκείμενοι ἐνεδείξαντο, ὥστε τήν τε ὑπατείαν καὶ τὴν ἄλλην ἅπασαν ἐξουσίαν ἀφείλοντο, καὶ τοῖς συνοῦσιν αὐτῷ ἄδειαν καὶ ἐπαίνους, ἐὰν ἐγκαταλίπωσιν αὐτόν, ἐψηφίσαντο· καὶ τῇ Κλεοπάτρᾳ πόλεμον ἐπήγγειλαν ἄντικρυς, ὃς μᾶλλον πρὸς τὸν Ἀντώνιον ἔτεινεν· ᾔδεσαν γὰρ αὐτὸν ὑπὲρ ἐκείἐκείνης πάντα ὑποίσοντα. οὕτω γὰρ αὐτὸν ἐδουλώσατο ὥστε βασιλίς τε καὶ δέσποινα ὑπ᾿ ἐκείνου καλεῖσθαι, στρατιώτας τε ῾Ρωμαίους ἐν τῷ δορυφορικῷ αὐτῆς ἔχειν καὶ ταῖς ἀσπίσι πάντων τὸ ὄνομα αὐτῆς ἐπι- γράφεσθαι. καὶ εἰς τὴν ἀγορὰν δὲ μετ᾿ αὐτοῦ εἰσεφοίτα καὶ τὰς πανηγύρεις συνδιετίθετο τάς τε δίκας συνεξήταζε, καὶ συνίππευε, καὶ ἐν ταῖς πόλεσιν ἐκείνη μὲν ἐν δίφρῳ ἐφέρετο, ὁ δ᾿ Ἀντώνιος πεζῇ δ᾿ μετὰ τῶν εὐνούχων αὐτῆς ἠκολούθει· συνεγράφετό τε αὐτῇ καὶ συνεπλάττετο, αὐτὸς Ὅσιρις καὶ Διόνυσος λεγόμενος, ἐκείνη δὲ Σελήνη καὶ Ἶσις. ὅθεν ἔκφρων ὑπ᾿ αὐτῆς ἐκ μαγγανείας ἔδοξε γεγονέναι. καὶ οὐκ ἐκεῖνον μόνον, ἀλλὰ καὶ τοὺς παρ᾿ αὐτῷ 10 δυναμένους καὶ ἐγοήτευσε καὶ κατέδησεν, ὡς ἐλπίσαι καὶ τῶν ῾Ρωμαίων ἄρξειν, εὐχήν τε ποιεῖσθαι μεγίστην καὶ ὅρκον τὸ ἐν τῷ Καπιτωλίῳ δικάσαι. ὁ δὲ Ἀντώνιος ἀκινάκην τε ἐνίοτε παρεζώννυτο καὶ ἐσθῆτι ἐχρῆτο παρὰ τὰ πάτρια. Τούτῳ μὲν οὖν ὑπάτῳ ὅντι καὶ στρατηγῷ ῾Ρωμαίων εἰς αἰτίαμα ἐλογίσθη ἡ ἔξω τῶν πατρίων στολή, τοὺς δὲ νῦν βασιλεῖς ῾Ρωμαίων πῶς ἄν ἐξαιρήσαιτο μώμων καὶ αἰτιάσεως, μεταμφιεννυνους παρὰ τὰ πάτρια, καὶ οὐκ ἐνίοτε, ἀεὶ δὲ κεχρημένους ἐσθῆτι βαρβαρικῇ; Οὕτω μὲν οὖν τῷ τε Καίσαρι καὶ τῷ Ἀντωνίῳ συνηνέχθη τὰ πράγματα· οἱ δὲ παρεσκευάζοντο πρὸς τὸν πόλεμον, ἕκαστος πολλοὺς συμμάχους προσειληφώς. καὶ πολλὰ παρὰ τῶν ἀνθρώπων ἐθρυλεῖτο, πολλὰ δὲ καὶ σημεῖα γεγόνασι. πίθηκός τε γὰρ ἐς τὸ Δημήτριον ἐν ἱερουργίᾳ τινὶ εἰσελθὼν πάντα τὰ ἔνδον συνέχεε, καὶ παῖδες ἐν τῇ ῾Ρώμῃ πολλοὶ ἀθροισθἐντες κελεύσαντος μηδενὸς συνέμιξαν ἀλλήλοις, οἱ μὲν ὡς Καισάρειοι, οἱ δὲ ὡς τοῦ Ἀντωνίου μαχόμενοι, καὶ ἡττήθησαν οἱ τὸ τοῦ Ἀντωνίου ὄνομα φέροντες· εἰκών τε αὐτοῦ λιθίνη αἷμα ἀνῆκε, καὶ πῦρ τό τε Δημήτριον καὶ ναὸν ἕτερον Ἐλπίδος διέ- φθεῖρε, καὶ ἄλλα τοιαῦτα συμβέβηκεν. οὐδὲν δὲ τούτων αὐτοὺς ἐφόβησεν, ἀλλ’ ὁ μὲν Ἀντώνιος ὥρμησεν ὡς ἐν τῇ Ἰταλίᾳ ἀδοκήτως αὐτοῖς τὸν πόλεμον ποιησόμενος, ἐλθὼν δὲ εἰς Κέρκυραν κἀκεῖθεν εἰς τὴν Πελοπόννησον ἀναπλεύσας αὐτὸς μὲν ἐν Πάτραις παρεχείμασε, τοὺς δὲ στρατιώτας πανταχόσε διέπεμψεν· ὁ δὲ Καῖσαρ ἀνήχθη μὲν ἐκ τοὐ Βρεντεσίου, χειμῶνι δὲ περιπεσὼν καὶ πονηθεὶς ἀνεχώρησεν.