Ancient Greek · ~16 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.27.1
Not analysed yet
Ὁ δὲ Καῖσαρ ἦλθε μὲν εἰς τὴν Σικελίαν, χρονίσας δ’ ἐν αὐτῇ διὰ τὸν χειμῶνα, καὶ μαθὼν ὥς τινα τῶν ἐθνῶν τῶν Ῥωμαίοις ὑποκειμένων διὰ τὴν ἀποδημίαν αὐτοῦ ἐπανέστησαν, ἐπανῆλθε καὶ ἐπ’ ἐκείνους παρεσκευάζετο, καὶ τοὺς μὲν δι’ ἑαυτοῦ, τοὺς δὲ δι’ ἑτέρων προσηγάγετο καὶ ὑπέταξεν. εἶτα καὶ ἐπὶ Παννονίους ἐστράτευσ’ ἐν, οἳ νέμονται μὲν πρὸς τῇ Δαλματίᾳ παρ’ αὐτὸν τὸν Ἴστρον ἀπὸ Νωρικοῦ μέχρι τῆς ἐν τῇ Εὐρώπῃ Μυσίας, κακοβίωτοι μὲν ὄντες, ἄτε μὴ γῆς μηδ’ ἀέρων εὖ ἥκοντες, οὐκ οἶνον γεωργοῦντες, οὐκ ἔλαιον, τὰς δὲ κριθὰς καὶ τὰς κέγχρους ἐσθίοντες ὁμοίως καὶ πίνοντες, νομίζονται δ’ οὖν ἀνδρειότατοι. οὓς καί τινες τῶν Ἑλλήνων Παίονας προσηγόρευσαν, τὸ ἀληθὲς ἀγνοήσαντες· πρὸς γὰρ τῇ Ῥοδόπῃ καὶ πρὸς αὐτῇ τῇ Μακεδονίᾳ τὸ τῶν Παιόνων ἔθνος ἐστί, τούτους δὲ Παννονίους καὶ οἶ ἄλλοι καλοῦσι καὶ αὐτοὶ ἑαυτούς. ἐπὶ τούτους ὁ Καῖσαρ τότε στρατεύσας, καὶ διὰ μάχης αὐτοῖς πολλάκις χωρήσας, ὁμολογίᾳ προσηγάγετο ὕστερον. Ἀντώνιος δὲ τὸν Ἀρμένιον τιμωρήσασθαι μηχανώμενος οὐκ ἐνέλιπε πάντα λίθον κινῶν, τὸ τῆς παροιμίας, ἕως αὐτὸν ὑπηγάγετο εἰς τὸ στρατόπεδον εἰσελθεῖν. εἰσελθόντα δὲ κατέσχε καὶ ἐν ἀδέσμῳ εἶχε φρουρᾷ, καὶ περιῆγεν αὐτὸν κατὰ τὰ φρούρια ἔνθα ἐκείνῳ οἶ θησαυροὶ ἐναπέκειντο, σπεύδων αὐτοὺς λαβεῖν. ὡς δ’ οὐδὲν ἤνυεν, οἶ γὰρ Ἀρμένιοι τῶν παίδων αὐτοῦ τὸν πρεσβύτατον βασιλέα ἀνθεί- λοντο τόν Ἀρτάξην, ἔδησεν αὐτὸν ἁλύσεσιν ἀργυραῖς, οἱονεὶ τιμὴν αὐτῷ ταύτην νέμων ὡς βασιλεῖ· καὶ πάσαν τὴν Ἀρμενίαν κατέσχε, τοῦ Αρτάξου πρός τοὺς Πάρθους ἀποχωρήσαντος, ἐπείπερ ἡττᾶτο μαχόμενος. Ἀντώνιος δὲ τὰ μὲν στρατεύματα εἰς Ἀρμενίαν κατέλιπεν, αὐτὸς δ’ ἀνεκομίσθη πρὸς Αἴγυπτον, μετὰ τῆς γυναικὸς καὶ τῶν παίδων ἄγων ἐκεῖ τὸν Ἀρμένιον· καὶ τήν τε λείαν τῇ Κλεοπάτρᾳ ἐχαρίσατο καὶ τὸν Ἀρμένιον μετὰ τῶν οἰκείων περιβαλὼν χρυσέοις δεσμοῖς ἐκείνῃ προσήγαγεν. οἱ δὲ οὔθ’ ἱκέτευσαν αὐτὴν οὔτε μὴν προσεκύνησαν, ἀλλ’ ὀνομαστὶ προσηγόρευσαν. Μετὰ δὲ τοῦτο τὴν Κλεοπάτραν Ἀντώνιος βασιλίδα βασιλέων καλεῖσθαι ἐκέλευσε, καὶ τοῦ Καίσαρος αὐτὴν μὲν γυναῖκα ὠνόμαζε, τὸν δὲ υἱὸν αὐτῆς παῖδα ἐκείνου ὡς ἀληθῶς, ἵνα τὸν Καίσαρα τὸν Ὀκτάβιον ὡς ποιητὸν ἐκείνου παῖδα καὶ μὴ γνήσιον διαβάλῃ, καὶ χώρας αὐτοῖς ἔνειμε. τοῖς δ’ οἰκείοις παισὶ τοῖς ἐκ τῆς Κλεοπάτρας, κεκλημένοις Πτολεμαίῳ καὶ Ἀλεξάνδρῳ, ἑτέρας πολλὰς προσκεκλήρωκε. τοιαῦτα δὲ πράττων ἐπέστελλε τῇ βουλῇ ὅτι τῆς ἀρχῆς τε παύσεται καὶ τὰ πράγματα ἐπ’ αὐτῇ καὶ τῷ δήμῳ ποιήσεται, οὐχ οὕτω φρονῶν, ἀλλ’ ὅπως ταῖς παρ’ αὐτοῦ ἐλπίσιν ἢ ἀναγκάσωσι παρόντα τὸν Καίσαρα καταθέσθαι τὰ ὅπλα ἢ μισήσωσιν ἀπειθήσαντα. Ἄχρι δὲ τοῦ Ἀράξου ἐλθών, ὡς ἐπὶ τοὺς Πάρθους στρατεύων, ἠρκέσθη τῇ πρός τὸν Μῆδον ὁμολογίᾳ. συμμαχήσειν γὰρ ἀλλήλοις συνέθεντο, ὁ μὲν κατὰ τῶν Παρθῶν, ὁ δέ γε κατὰ τοῦ Καίσαρος, καὶ στρατιώτας ἀλλήλοις ἀντέδοσαν. καὶ ὁ μὲν Μῆδος τῆς Ἀρμενίας τῆς νεοκτήτου ἐξ Ἀντωνίου εἰλήφει τινά, Ἀντώνιος δὲ τὴν θυγατέρα αὐτοῦ Ἰωτάπην, ὡς τῷ Ἀλεξάνδρῳ τῷ υἱῷ αὐτοῦ συνοικήσουσαν. καὶ ἐπὶ τούτοις ἐς τὴν Ἰωνίαν καὶ ἐς τὴν Ἑλλάδα ἐπὶ τῶ πολέμῳ τοῦ Καίσαρος ὥρμησεν. ὁ δέ γε Μῆδος συμμαχούμενος τοῖς Ῥωμαίοις ἐπελθόντας αὐτῷ τοὺς Πάρθους καὶ τὸν Ἀρτάξην ἐνίκησε. τοὐ δ’ Ἀντωνίου τοὺς οἰκείους στρατιώτας μετακαλεσαμένου, τοὺς δ’ ἐκείνου κατεσχηκότος, ἀνθήττητο καὶ ἑάλω. καὶ οὕτως ἡ Ἀρμένια μετὰ τῆς Μηδίας ἀπώλετο. Οἱ μέντοι Ῥωμαῖοι τὴν μὲν δημοκρατίαν ἀφῄρηντο, οὐ μὴν καὶ εἰς φανερὰν μοναρχίαν κατώλισθον, ἕως ὅ τε Σέξτος ἀπώλετο καὶ τὰ ἐπαναστάντα ἔθνη δεδούλωτο καὶ ὁ Πάρθος οὐδὲν παρεκίνει. τότε γὰρ φανερῶς ἐπ’ ἀλλήλους ὁ Ἀντώνιος καὶ ὁ Καῖσαρ ἐτράποντο, καὶ ὁ δῆμος ἀκριβῶς ἐδουλώθη. αἰτίαι δὲ τοῦ πολέμου αἵδε σφίσιν ἐσκήπτοντο. Ἀντώνιος μὲν Καίσαρι ἐνεκάλει ὅτι τὴν τοῦ Λεπίδου χώραν καὶ τὴν δύναμιν καὶ τὴν τοῦ Σέξτου ἐσφετερίσατο, καὶ τούτων ἀπῄτει τὰ ἡμίση καὶ τῶν στρατιωτῶν οὓς ἐκ τῆς ἀνηκούσης αὐτῷ Ἰταλίας ἐστράτευσεν ὁ δὲ Καῖσαρ ἐγείνω ὅτι τὴν Αἴγυπτον καὶ ἄλλα μὴ λαχὼν εἶχε, καὶ ὅτι τὸν Σέξτον ἀπέκτεινεν, αὐτὸς γὰρ ἑκὼν ἐκείνου φείσασθαι ἔλεγε, καὶ ὅτι τὸν Ἀρμένιον ἀπάτῃ συνειληφὼς ἔδησε κἀκ τούτου Ῥωμαίοις κακοδοξίαν προσέτριψε, καὶ τὰ ἡμίση τῶν λαφύρων καὶ αὐτὸς ἀπῄτει, καὶ τὴν Κλεοπάτραν αὐτῶ καὶ τοὺς παῖδας τοὺς ἐξ αὐτῆς καὶ τὰ δωρηθέντα σφίσι πρὸς πάντας ἐπέφερεν, ἐν τοῖς μάλιστα δ’ ᾐτιᾶτο ὅτι τὸν Καισαρίωνα ἐς τὸ γένος εἰσῆγε τοῦ