Ancient Greek · ~19 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.30.1
Not analysed yet
Τοιοῦτον μὲν οὖν τῇ ναυμαχίᾳ τέλος ἐγένετο κατὰ τὴν δευτέραν τοῦ Σεπτεμβρίου, καὶ τότε μόνῳ τῷ Καίσαρι τὸ κράτος ἅπαν περιελήλυθεν, ὡς ἐκ τούτου δὴ τοῦ καιροῦ τὴν αὐτοῦ μοναρχίαν ψηφίζεσθαι. πόλιν δ’ ἐν τῷ τοῦ στρατοπέδου τόπῳ συνῴ- κισε, Νικόπολιν καλέσας αὐτήν. ἔστησε δὲ καὶ στήλας χαλκᾶς ἀνθρώπου καὶ ὄνου. λέγεται γὰρ νυκτὸς ἔτι οὔσης, καθ’ ἣν ἡμέραν ἡ ναυμαχία συνέστη, ἀπὸ τῆς σκηνῆς αὐτῷ προελθόντι καὶ περιιόντι τὰς ναῦς ἄνθρωπος συναντῆσαι ὄνον ἐλαύνων, πυθομένῳ δὲ τοὔνομα εἰπεῖν “ἐμοὶ μὲν Εὔτυχος ὄνομα, τῷ δ’ ὄνῳ Νίκων.” αἱ στῆλαι δ’ αὗται ὕστερον ἀνακομισθεῖσαι εἰς τὸ Βυζάντιον ἔστησαν ἐν τῷ τῆς ἱππηλασίας θεάτρῳ. Ἡ δὲ πεζή τε καὶ ἱππικὴ δύναμις τοῦ Ἀντωνίου μετὰ τὴν ἐκείνου φυγήν ἡμέρας ἑπτὰ συμμείνασα, τέλος τῷ κρατήσαντι προσεχώρησεν. τινὲς δὲ καὶ μάλιστα τῶν Ῥωμαίων ἀπῆλθον πρὸς τὸν Ἀντώνιον, οἶ δέ γε σύμμαχοι οἴκαδε. ὁ μέντοι Καῖσαρ εἰς τὴν Ἰταλίαν ἠπείχθη, μή τι στασιάσωσι φοβηθείς· ἐλθὼν δ’ ἐς τὸ Βρεντέσιον, οὐκέτι πορρωτέρω προυχώρησεν· ἥ τε γὰρ γερουσία καὶ ἡ ἱππὰς τοῦ τε δήμου τὸ πλεῖον καὶ ἕτεροι συνῆλθον ἐκεῖ. ἔνθα τὰ αὐτῷ δοκοῦντα καταπραξάμενος ἐς τὴν Ἑλλάδα αὖθις ἀπῆρε. καὶ διὰ τοῦ Ἰσθμοῦ τῆς Πελοποννήσου τὰς ναῦς διὰ τὸν χειμῶνα διαγαγὼν ταχέως εἰς τὴν Ἀσίαν ἀνεκομίσθη. Κλεοπάτρα δὲ φυγοῦσα καταλαβεῖν τὴν Αἴγυπτον ἔσπευσε, δεδοικυῖα μή τι νεωτερίσωσι. καὶ γενομένη ἐν ταύτῃ πανταχόθεν συνέλεγε χρήματα ἤθροιζέ τε δυνάμεις. Ἀντώνιος δὲ εἰς Λιβύην ἀπέπλευσεν. ἐπεὶ δὲ καὶ ὅπερ εἶχεν ἐκεῖ στράτευμα ἀπέστη αὐτοῦ, ὥρμησε μὲν ἑαυτὸν ἀνελεῖν, ὑπὸ δὲ τῶν φίλων κε- κώλυτο, καὶ ἀνεκομίσθη εἰς Ἀλεξάνδρειαν. καὶ παρεσκευάζοντο μὲν ὡς καὶ πολεμήσοντες, ἔστειλαν δέ τινας καὶ πρὸς Καίσαρα λόγους ὑπὲρ εἰρήνης κομίζοντας, τοῖς δὲ συνοῦσιν αὐτῷ χρήματα. καὶ ἡ Κλεοπάτρα κρύφα τοῦ Ἀντωνίου σκῆπτρον αὐτῷ χρυσοῦν καὶ στέφανον ὅμοιον καὶ δίφρον βασίλειον ἔπεμψεν, ὡς καὶ τὴν ἀρχὴν αὐτῷ δι’ αὐτῶν διδοῦσα. ὁ δὲ τὰ μὲν δῶρα ἔλαβεν, οἰωνὸν αὐτὰ ποιησάμενος, ἀπεκρίνατο δὲ τῷ μὲν Ἀντωνίῳ οὐδέν, Κλεοπάτρᾳ δὲ ὅτι ἀποκτεινάσῃ τὸν Ἀντώνιον ἢ ἐκβαλούσῃ ἄδειαν αὐτῇ δώσει καὶ τὴν ἀρχὴν ἐάσει ἀπαρεγχείρητον. ἐν τοσούτῳ δὲ τὰς ἐν τῷ Ἀραβικῷ κόλπῳ ναυπηγηθείσας τῇ Κλεοπάτρᾳ τριήρεις κατέπρησαν οἶ Ἀράβιοι, καὶ τὰς ἐπικουρίας οἱ δῆμοι καὶ οἱ δυνάσται ξύμπαντες ἀπηρνήσαντο. Ἀντώνιος δὲ καὶ ἡ Κλεοπάτρα ἀκούσαντες τὰ παρὰ τοῦ Καίσαρος αὐτοῖς ἐπεσταλμένα ἔπεμψαν αὖθις, ἡ μὲν χρήματα αὐτῷ πολλὰ δώσειν ὑπισχνουμένη, ὁ δὲ τῆς τε φιλίας καὶ τῆς συγγενείας αὐτὸν ἀναμιμνήσκων· καὶ ἑαυτόν διαχειρίσασθαι ἐπηγγέλλετο, ἂν διὰ τοῦτο ἡ Κλεοπάτρα σωθῇ. οὐδὲν μέντοι οὐδὲ τότε Ἀντωνίῳ ἀπεκρίθη, τῇ δὲ Κλεοπάτρᾳ πολλὰ καὶ τότε ἠπείλησε καὶ ὑπέσχετο. φοβηθεὶς δὲ μὴ τὰ χρήματα παμπληθῆ ὄντα διαφθείρῃ ἡ Κλεοπάτρα, ἃ εἰς τὸ μνημεῖον, ὃ ἐν τοῖς βασιλείοις κατεσκεύασεν, ἤθροισε, καὶ γὰρ πάντα κατακαύσειν ἠπείλει μεθ’ ἑαυτῆς εἰ ὧν βούλοιτο διαμάρτῃ, Θύρσον οἰκεῖον ἔπεμψεν ἐξελεύθερον, πολλὰ ἐροῦντα αὐτῇ φιλάνθρωπα καὶ ὅτι ἔρωτα τρέφει ὁ Καῖσαρ αὐτῆς. ὅθεν καὶ τὸ Πηλούσιον κατέσχεν ὁ Καῖσαρ, δυνάμει μὲν τὸ φαινόμενον, λάθρᾳ δὲ προδοθὲν ὑπὸ Κλεοπάτρας. ἐρᾶν γὰρ αὐτῆς ἐκεῖνον ἀκούσασα, καἲ τούτου ἐφιεμένη, εὐθὺς αὐτῷ προήκατο τὸ Πηλούσιον. ὁ δ’ οὖν Ἀντώνιος ἀπών, καὶ τὴν τοῦ Πηλουσίου κατάληψιν γνούς, ἐπανελθὼν πρὸ τῆς Ἀλεξανδρείας τῷ Καίσαρι προυπήντησε, καὶ συμβαλὼν τοῖς ἱππεῦσι κεκμηκόσιν ἐκ τῆς ὁδοιπορίας ἐνίκησε. κἀκ τούτου ἀναθαρσήσας, καὶ ὅτι τοξεύμασιν ἐς τὸ στρατόπεδον τοῦ Καίσαρος γραμμάτια ἔπεμψε, πολλὰ χρήματα τοῖς στρατιώταις ἐπαγγελλόμενος, προσέμιξε καὶ τῷ πεζῷ, καὶ ἡττήθη. καὶ ὁ μὲν ἐλαττωθεὶς ἀπέκλινε πρὸς τὸ ναυτικόν καὶ ὧς ναυμαχήσων παρεσκευάζετο ἢ πρὸς Ἰβηρίαν πλευσούμενος, γνοῦσα δὲ τοῦτο ἡ Κλεοπάτρα τὰς μὲν ναῦς αὐτομολῆσαι ἐποίησεν, αὐτὴ δὲ εἰς τὸ ἠρίον εἰσέδυ αἰφνίδιον, ὡς τάχα τὸν Ἀντώνιον φοβουμένη ὑπειληφότα προδίδοσθαι παρ’ αὐτῆς. δύο δὲ ἦσαν ἐκεῖ σὺν αὐτῇ θεράπαιναι καὶ εὐνοῦχος εἷς. εἰσελθοῦσα δὲ τὰς μὲν θύρας κατέκλεισεν ἀσφαλῶς, πρὸς δὲ τὸν Ἀντώνιον τοὺς ἀπαγγελοῦντας ἔπεμψεν ὅτι τέθνηκεν. πιστεύσας δ’ ἐκεῖνός τινι τῶν παρόντων ἐπέτρεψεν ἀποκτεῖναι αὐτόν. ὡς δ’ ἐκεῖνος σπασάμενος τὸ ξίφος ἑαυτὸν κατειργάσατο, “εὐγε” εἶπεν ὢ Ἔρως τοῦτο γὰρ ἦν ὄνομα τῷ ἀνθρώπῳ ὅτι με τί χρὴ ποιεῖν διδάσκεις, καὶ πλήξας ἑαυτὸν διὰ τῆς κοιλίας εἰς τὴν κλίνην ἀφῆκεν. ἦν δὲ οὐκ εὐθυθάνατος ἡ πληγή. θορύβου δὲ γενομένου ᾔσθετο ἡ Κλεοπάτρα. καὶ τὰς μὲν θύρας οὐκ ἀνέῳξεν, ἄνωθεν δὲ προκύψασα, οὔπω γὰρ τὰ πρὸς τῇ ὀροφῇ ἐξείργαστο, καὶ μαθοῦσα τὸ γεγονός, κομίζειν αὐτὸν ἐς τὸν τάφον ἐκέλευσε. γνοὺς δὲ κἀκεῖνος ἔτι ζῶσαν αὐτήν, παρεκάλει κομισθῆναι ἐκεῖ, καὶ κομισθεὶς σειραῖς καὶ καλῳδίοις ἀνείλκετο παρ’ αὐτῆς καὶ δύο τῶν θεραπαινίδων αὐτῆς. δεξαμένη δὲ αὐτὸν αἵματι πεφυρμένον καὶ δυσθανατοῦντα, τοὺς πέπλους περιερρήξατο ἐπ’ αὐτῷ καὶ τὰ στέρνα ἔτυπτε καὶ κατεσπάραττε ταῖς χερσίν. ὁ δὲ οἶνον πιεῖν ᾔτησε, καὶ πιὼν καί τινα ὁμιλήσας τῇ Κλεοπάτρᾳ ἐξέλιπε. Καῖσαρ δὲ ἀγγελθέντος αὐτῷ τοῦ θανάτου τοῦ Ἀντωνίου ἀπεδάκρυσε, καὶ τὰς ἐπιστολὰς ἐκείνου τοῖς φίλοις ἀναγινώσκων κατεγίνωσκεν ἑαυτοῦ, ὡς εὐγνώμονα αἰτοῦντος ἐκείνου καὶ δίκαια, αὐτοῦ δὲ φορτικῶς καὶ ὑπερηφάνως πρὸς τὰς ἀποκρίσεις διακειμένου.