Ancient Greek · ~24 min
Book 10
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 10.31.1
Not analysed yet
Εἰς δὲ τὴν Κλεοπάτραν ἔπεμψε τὸν Προκλήιον, ζώσης αὐτῆς κρατῆσαι θέλων, μέγα πρὸς δόξαν ἡγούμενος διαγαγεῖν αὐτὴν εἰς τὸν θρίαμβον. ἡ δὲ ἐντὸς θυρῶν κεκλεισμένων ἰσχυρῶς στᾶσα διειλέχθη αὐτῷ. ὡς δὲ καταμαθὼν τὸν τόπον ἀπήγγειλέ Καίσαρι, Γάλλος μὲν ἐπέμφθη αὐτῇ ἐντευξόμενος, ὃς ἐμήκυνε πρὸς ταῖς θύραις τὸν λόγον ἐπίτηδες, Προκλήιος δὲ κλίμακι διὰ θυρίδος εἰσῆλθε λαθὼν μετὰ δύο ὑπηρετῶν. τῆς δὲ μιᾶς τῶν αὐτῇ συγκαθειργμένων γυναικῶν ἀνακραγούσης ‘‘τάλαινα Κλεοπάτρα, ζωγρῇ, ὥρμησε μὲν ἑαυτὴν πατάξαι, παρέζωστο γάρ τι ξιφίδιον, προσδραμὼν δὲ αὐτῇ ὁ Προκλήιος συνέσχεν αὐτήν, καὶ ἀφείλετο τὸ ξιφίδιον, καὶ μή τι κρύπτῃ φάρμακον ἐξηρεύνησεν. ἔπεμψε δὲ Καῖσαρ Ἐπαφρόδιτον ἀπελεύθερον, κελεύσας ζῶσαν τηρεῖν πάνυ ἐπιμελούμενον. αὐτὸς δὲ Καῖσαρ εἰσήλασεν εἰς τὴν πόλιν. καὶ ὁ Ἀντώνιος παρὰ τῆς Κλεοπάτρας ἐτάφη πολυτελῶς καὶ βασιλικῶς. πυρετῶν δὲ αὐτῇ γενομένων, ἐφλέγμηνε γὰρ αὐτῆς τὰ στέρνα καὶ ἥλκωτο, τροφῆς ἀπείχετο, ὡς ἐντεῦθεν λυθησομένη τοῦ ζῆν. ὃ ὑπονοήσας ὁ Καῖσαρ ἀπειλὰς αὐτῇ καὶ φόβους περὶ τῶν τέκνων προσέβαλεν, οἶς ἐκείνη καθάπερ μηχανήμασιν ὑπηρείπετο, καὶ τροφήν τε καὶ θεραπείαν προσίετο. ἧκε δὲ μετ’ ὀλίγον καὶ ὁ Καῖσαρ αὐτῇ ἐντευξόμενος. ἡ δὲ λιτῶς ἐν στιβάδι κατακειμένη μονοχίτων ἀναπηδήσασα προσπίπτει προσπίπτει ὑπότρομος τῇ φωνῇ καὶ συντετηκυῖα ταῖς ὄψεσι. κελεύσαντος δὲ τοῦ Καίσαρος ἀνακλιθῆναι καὶ αὐτοῦ παρακαθισαμένου ἐδεῖτο αὐτοῦ ὡς μάλιστα τοῦ ζῆν περιεχομένη· τέλος δὲ τῶν χρημάτων ἀναγραφὴν αὐτῷ ἐνεχείρισεν. ὁ δὲ φιλοψυχεῖν αὐτὴν οἰόμενος ἥδετο, καὶ εἰπὼν ὅτι πάσης ἐλπίδος αὐτῇ λαμπρότερον χρήσεται, ἠπατηκέναι μὲν αὐτὴν ᾤετο, μᾶλλον δ’ αὐτὸς ἐξηπάτητο. μαθοῦσα γὰρ ὡς ὁ Καῖσαρ μὲν πεζὴ διὰ Συρίας ἔγνωκεν ἀπιέναι, αὐτὴν δ’ ἐς τὴν Ῥώμην στελεῖ μετὰ τρίτην ἡμέραν, ἐδεήθη Καίσαρος ὅπως ἐπενέγκῃ τῷ Ἀντωνίῳ χοάς. καὶ ἐπιτρέψαντος, ἐπὶ τὸν τάφον κομισθεῖσα πολλὰ ὠλοφύρατο, εἶτα στέψασα καὶ κατασπασαμένη τὴν σορόν, ἐκέλευσεν αὐτῇ λουτρὸν γενέσθαι. λουσαμένη δὲ καὶ κατακλιθεῖσα ἄριστον ἠρίστα λαμπρόν. καί τις ἧκεν ἀπ’ ἀγροῦ κομίζων ἀγγεῖον σύκων μεστόν. τῶν δὲ φυλάκων τί φέροι ἀνακρινόντων, ἐκεῖνος τὰ σῦκα ὑπέδειξεν· οἱ δὲ εἰσάγειν ἐκέλευον. μετὰ δὲ τὸ ἄριστον ἡ Κλεοπάτρα δέλτον κατασεσημασμένην τῷ Καίσαρι ἔστειλε. Καῖσαρ δὲ ὡς ἐνέτυχε λιταῖς δεομένης αὐτῆς συνταφῆναι τῷ Ἀντωνίῳ, ταχὺ συνῆκε τὸ πεπραγμένον, καὶ κατὰ τάχος τοὺς σκεψομένους τὸ γενόμενον ἔπεμψεν. οἳ δρόμῳ καταλαβόντες εὗρον αὐτὴν τεθνηκυῖαν ἐν χρυσῇ κλίνῃ κεκοσμημένην βασιλικῶς. τῶν δὲ γυναικῶν ἡ μὲν Εἴρας πρὸς τοῖς ποσὶν ἀπέθνησκεν, ἡ δὲ Χαρμόνιον ἤδη καρηβαροῦσα καὶ σφαλλομένη κατεκόσμει τὸ περὶ τὴν κεφαλὴν ἐκείνης διάδημα. εἰπόντος δέ τινος “καλὰ ταῦτα, Χαρμόνιον”, κάλλιστα μὲν οὖν” ἔφη “καὶ πρέποντα τῇ τοσούτων ἀπογόνῳ βασιλέων.” καὶ ταῦτα εἰποῦσα παρὰ τὴν κλίνην ἔπεσε καὶ αὐτή. Λέγεται δὲ ἀσπίδος δήγματι θανεῖν κομισθείσης μετὰ τῶν σύκων. οἶ δ’ ἐν ὑδρίᾳ τηρεῖσθαι τὴν ἀσπίδα φασίν, ἠλακάτῃ δὲ χρυσῇ τῆς Κλεοπάτρας ἐκκαλουμένης αὐτὴν καὶ ἀγριαινούσης ὁρμήσασαν ἐμφῦναι αὐτῆς τῷ βραχίονι. λέγεται δὲ καὶ φάρμακον αὐτὴν ἔχειν ἐν κνηστίδι κοίλῃ, καὶ τὴν κνηστίδα κρύπτειν τῇ κόμῃ. ὁ δὲ Δίων βελόνην αὐτὴν εἶναί φησιν, ᾗ τὰς τρίχας ἀνεῖρεν, ἰῷ περικεχρισμένην, δύναμιν ἔχοντι, ἂν αἵματος ἅψηται, ὡς τάχιστα καὶ ἀλυπότατα φθείρειν. ἡ μὲν οὖν ἀπώλετο, τὸ δ’ ἀληθὲς οὐκ ἐγνώσθη, ἢ ὅτι περὶ τὸν βραχίονα δύο νυγμαὶ ὤφθησαν λεπταί τε καὶ ἀμυδραί, οὔτε δὲ φαρμάκου τι σημεῖον περὶ τὸ σῶμα ἐκείνης ἐξήνθησεν οὔτε τὸ θηρίον εὑρέθη, εἰ μή τινας συρμοὺς αὐτοῦ παρὰ θάλασσαν, ᾗ τὸ δωμάτιον ἀφεώρα καὶ θυρίδες ἦσαν, ἰδεῖν ἔφασκον. εἴκασται δὲ ἐξ ἀσπίδος αὐτὴν θανεῖν, ὅτι πολλὰ πρῴην συνῆγε θανάσιμα φάρμακα, καὶ ταῦτα τοῖς κατεψηφισμένοις θάνατον προύβαλλε· καὶ τὰ μὲν ὠκύμορα κατελάμβανεν, ὀδυνηρὸν δ’ ἐπάγοντα θάνατον, τὰ δὲ πρᾳότερα μέν, διὰ χρόνου δέ γε κατεργαζόμενα· μόνον δ’ εὕρισκε τό δῆγμα τῆς ἀσπίδος ἄνευ σπασμοῦ κάρον ὑπνώδη ἐφελκόμενον ἱδρῶτι μαλακῷ καὶ τῶν αἰσθητηρίων ἀμαυρώσει ῥᾳδίως ἀπονεκροῦν. Ἀκούσας δὲ ὁ Καῖσαρ τὴν τελευτὴν αὐτῆς ἐξεπλάγη, καὶ φάρμακα τῷ σώματι καὶ ψύλλους ἐπήνεγ- κεν. οἱ δὲ ψύλλοι ἄνδρες εἰσί, γυνὴ γάρ τὴν δύναμιν ταύτην ἔχειν οὐ πέφυκεν, δύνανται δὲ πάντα ἰὸν παντὸς ἑρπετοῦ, πρὶν θανεῖν τὸν δεδηγμένον ἢ τετρωμένον, ἐκμυζᾶν, καὶ αὐτοί τε μὴ βλάπτεσθαι καὶ τὸν πεφαρμαγμένον θεραπεύειν. φύονται δὲ ἐξ ἀλλήλων, καὶ δοκιμάζουσι τὰ γεννηθέντα ἢ μετὰ ὄφεων ἐμβληθέντα, ἢ καὶ τῶν σπαργάνων αὐτῶν ἐπιβληθέντων ἰοβόλοις τισίν· οὔτε γὰρ τῷ παιδί τι λυμαίνονται καὶ ὑπὸ τῆς ἐσθῆτος αὐτοῦ ναρκῶσιν. Ὁ μὲν οὖν Καῖσαρ ἐπὶ τῇ τῆς γυναικὸς τελευτῇ καὶ ἠχθέσθη καὶ τὴν εὐγένειαν αὐτῆς ἐθαύμαζε, καὶ συνταφῆναι τῷ Ἀντωνίῳ ἐκέλευσε πολυτελῶς καὶ βασιλικῶς. ἐντίμου δὲ καὶ αἱ θεράπαιναι ταφῆς ἔτυχον ἐκείνου προστάξαντος. ἐτελεύτησε δὲ Κλεοπάτρα μὲν τεσσαρακοντοῦτις ἑνὸς δέοντος, τούτων δύο καὶ εἴκοσι βασιλεύσασα, πλείω δὲ τῶν δεκατεσσάρων Ἀντωνίῳ συνάρξασα· Ἀντώνιον δὲ οἱ μὲν ἔξ, οἱ δὲ τρισὶν ὑπερβαλεῖν φασι τὰ πεντήκοντα. τὸν δὲ τοῦ Ἀντωνίου υἱὸν Ἄντυλλον τὸν ἐκ τῆς Φουλβίας καὶ τὸν τῆς Κλεοπάτρας τὸν Καισαρίωνα ἀπέκτεινεν ὁ Καῖσαρ. Ἀντώνιος μὲν οὖν καὶ Κλεοπάτρα οὕτως ἀπήλλαξαν· Καῖσαρ δὲ τὸν τοῦ Ἀλεξάνδρου τοῦ βασιλέως νεκρὸν εἶδε καὶ προσήψατο αὐτοῦ. τὰ δὲ τῶν Πτολεμαίων σώματα, καίτοι τῶν Ἀλεξανδρέων δεῖξαί οἶ καὶ ταῦτα βουληθέντων, ἰδεῖν οὐκ ἠθέλησεν, εἰπὼν ὅτι βασιλέα, ἀλλ’ οὐ νεκροὺς ἰδεῖν ἐπεθύμησα.” οὐδὲ τῷ Ἄπιδι ἐντυχεῖν ἐπείσθη, λέγων ὅτι “θεούς, ἀλλ’ οὐχὶ βοῦς προσκυνεῖν εἴθισμαι.” τὴν δ’ Αἴγυπτον ὑποτελῆ ἐποίησε, χρήματά τε πάμπολλα εὗρε καὶ πάντα ἀφείλετο. καὶ τὰ ἐκεῖ ὡς αὐτῷ ἐδόκει διοικησάμενος εἰς τὴν Ἀσίαν διὰ τῆς Συρίας ἀπῆλθε καὶ ἐκεῖ παρεχείμασεν. οἶ δὲ Ῥωμαῖοι καὶ τότε καὶ πρότερον, ὅτε τὴν ναυμαχίαν ἐνίκησε, πολλὰ ἐς τιμὴν αὐτ’ ᾦ ἐψηφίσαντο. κατὰ δὲ τὸν τοῦ θέρους καιρὸν ἐς τὴν Ἑλλάδα καὶ ἐς τὴν Ἰταλίαν ἐπεραιώθη. καὶ αὐτοῦ εἰς τὴν πόλιν εἰσελθόντος ἔθυσαν οἱ Ῥωμαῖοι καὶ ὁ ὕπατος ἐβουθύτησεν, ὃ μήπω πρότερον ἐπ’ ἄλλῳ ἐγένετο. ἑώρτασε δὲ καὶ ἐπὶ τρισὶν ἡμέραις τὰ νικητήρια. καὶ ἐπιφανεῖς αἶ πομπαὶ πᾶσαι γεγόνασι· τοσαῦτα γὰρ ἠθροίσθησαν λάφυρα ὥστε πάσαις ἐπαρκέσαι. παρεκομίσθη δὲ καὶ στήλη τῆς Κλεοπάτρας ἐπὶ κλίνης, ἀσπίδα ἐμπεφυκυῖαν ἔχουσα τῷ βραχίονι, καὶ μετὰ τῶν ἄλλων αἰχμαλώτων καὶ οἱ ἐκείνης παῖδες, ὅ τε Ἀλέξανδρος ὁ καὶ Ἥλιος καὶ Κλεοπάτρα ἡ καὶ Σελήνη. ἐφ’ ἅπασι δ’ ὁ Καῖσαρ ἐσήλασε. καὶ θεωρίαι ἐπὶ πολλὰς ἡμέρας ἐγένοντο.